τέμνων οὐ γὰρ ἔχεις οὐκέτι ποῦ με τεμεῖς·ἀλλʼ ἤδη μεταβὰς ἐπὶ τοὺς μύας ἢ τὰ κάτωθεντῶν γονάτων, οὕτω τέμνε με, καὶ παρέχω.νῦν μὲν γὰρ μυιῶν ὁ τόπος γέμει· ἢν δʼ ἐπιμείνῃς,ὄψει καὶ γυπῶν ἔθνεα καὶ κοράκων.μακροτέρῳ σταυρῷ σταυρούμενον ἄλλον ἑαυτοῦὁ φθονερὸς Διοφῶν ἐγγὺς ἰδὼν ἐτάκη.ὁ φθόνος ὡς κακόν ἐστιν· ἔχει δέ τι καλὸν ἐν αὑτῷ·τήκει γὰρ φθονερῶν ὄμματα καὶ κραδίην.Πανὶ φιλοσπήλυγγι καὶ οὐρεοφοιτάσι Νύμφαις,καὶ Σατύροις, ἱεραῖς τʼ ἔνδον Ἁμαδρυάσιν,σὺν κυσὶ καὶ λόγχαις συοφόντισι Μάρκοςμηδὲν ἑλὼν, αὐτοὺς τοὺς κύνας ἐκρέμασεν.Γάλλον Ἀρισταγόρης ὠρχήσατο· τοὺς δὲ φιλόπλουςΤημενίδας ὁ καμὼν πολλὰ διῆλθον ἐγώ.χὠ μὲν τιμηθεὶς ἀπεπέμπετο· τὴν δὲ τάλαινανὙρνηθὼ κροτάλων εἷς ψόφος ἐξέβαλεν.εἰς πῦρ ἡρώων ἴτε πρήξιες· ἐν γὰρ ἀμούσοιςκαὶ κόρυδος κύκνου φθέγξετʼ ἀοιδότερον.ῥύγχος ἔχουσα Βιτὼ τριπιθήκινον, οἷον ἰδοῦσαντὴν Ἑκάτην αὑτὴν οἴομʼ ἀπαγχονίσαι,εἰμί, λέγει, σώφρων, Λουκίλλιε, καὶ μονοκοιτῶ.αἰδεῖται, γάρ ἴσως, παρθένος εἰμί, λέγειν.εἰ δὲ γέ τις μισεῖ με, κακὸν τοιοῦτο γαμήσας,τῆς αὐτῆς σχοίη τέκνα σαοφροσύνης.ἤθελε ΔΡΙΜΥΣ ἄγαν τὸ πρόσθʼ Ἱερώνυμος εἶναι·νῦν δὲ τὸ ΔΡΙ μὲν ἔχει, ΛΟΣ δὲ τὸ ΜΥΣ γέγονεν.Ἑρμοκράτης τᾶς ῥινός· ἐπεί, τὰν ῥῖνα λέγοντεςἙρμοκράτους, μικροῖς μακρὰ χαριζόμεθα.ἰχθῦν ὁ γρυπὸς Σωσίπτολις οὐκ ἀγοράζει,προῖκα δʼ ἔχει πολλὴν ἐξ ἁλὸς εὐβοσίην,οὐ λίνον, οὐ κάλαμον προσάγων, τῇ ῥινὶ δὲ προσθεὶςἄγκιστρον, σύρει πάντα τὰ νηχόμενα.Ζηνογένους οἶκος κατεκαίετο, πολλὰ δʼ ἐμόχθειἐκ θυρίδος ζητῶν αὑτὸν ὑπεκχαλάσαι·ἰκρία συμπήξας οὐκ ἔφθανεν ὀψὲ δʼ ἐπιγνούς,τὴν ῥῖνʼ Ἀντιμάχου κλίμακα θεὶς ἔφυγεν.Ἀντιπάτραν γυμνὴν εἴ τις Πάρθοισιν ἔδειξεν,ἔκτοθεν ἂν στηλῶν Ἡρακλέους ἔφυγον.τὴν γραῦν ἐκκομίσας, φρονίμως πάνυ Μόσχος ἔγημε