ὁ κλέπτης αὐταῖς βουσὶ συνεξελάσῃ.εἰ πόδας εἶχε Δίων οἵας χέρας, οὐκέτʼ ἂν Ἑρμῆςπτηνὸς ἐν ἀνθρώποις, ἀλλὰ Δίων ἐκρίθη.εἰδοὺς οὐ κρίνει Πολέμων, νώναις κατακρίνει·κἂν δῷς, κἂν μὴ δῷς, ἔστιν ἀεὶ Πολέμων.ἠδειμεν, Πολέμων, Ἀντώνιον ὄντα σε πάντες·ἐξαπίνης τρία σοι γράμματα πῶς ἔλιπεν;ΧΟΙΡΙ μέν, οὐκ ΙΔΙΟΝ δέ με θύετε· καί με καλεῖτεχοιρίδιον, φανερῶς εἰδότες οὐκ ἴδιον.τὴν γένεσιν λυποῦντα μαθὼν Κρόνον Ἡλιόδωρος,νύκτωρ ἐκ ναοῦ χρύσεον ἦρε Κρόνον,τίς πρῶτος κακοποιὸς ἐλήλυθε πείρασον, εἰπών,“ δέσποτα, καὶ γνώσῃ τίς τίνος ἐστὶ Κρόνος·ὃς δʼ ἄλλῳ κακὰ τεύχει, ἑῷ κακὸν ἥπατι τεύχει·εὑρών μοι τιμήν, πᾶν ἀνάτελλʼ ὃ θέλεις.”ἐκ τῶν Ἑσπερίδων τῶν τοῦ Διὸς ἦρε Μενίσκος,ὡς τὸ πρὶν Ἡρακλέης, χρύσεα μῆλα τρία.καὶ τί γάρ; ὡς ἑάλω, γέγονεν μέγα πᾶσι θέαμα,ὡς τὸ πρὶν Ἡρακλέης ζῶν κατακαιόμενος.Ἑλλήνων ἀπέλυε πόλιν ποτέ, δέσποτα Καῖσαρ,εἰσελθὼν ᾆσαι Ναύπλιον Ἡγέλοχος.Ναύπλιος Ἑλλήνεσσιν ἀεὶ κακόν· ἢ μέγα κῦμανηυσὶν ἐπεμβάλλων,˘ ἢ κιθαρῳδὸν ἔχων.νυκτικόραξ ᾄδει θανατηφόρον ἀλλʼ ὅταν ᾅσῃΔημόφιλος, θνήσκει καὐτὸς ὁ νυκτικόραξ.Σιμύλος ὁ ψάλτης τοὺς γείτονας ἔκτανε πάνταςνυκτὸς ὅλης ψάλλων, πλὴν ἑνὸς Ὠριγένους·κωφὸν γὰρ φύσις αὐτὸν ἐθήκατο· τοὔνεκεν αὐτῷζωὴν ἀντʼ ἀκοῆς δῶκε περισσοτέρην.Νικήτης ᾄδων τῶν ᾠδῶν ἐστιν Ἀπόλλωνἂν δʼ ἰατρεύῃ, τῶν θεραπευομένων.πέντʼ ὀβολῶν πέπρακεν Ἀπολλοφάνης ὁ τραγῳδὸςπέντε θεῶν σκευήν, Ἡρακλέους ῥόπαλον,Τισιφόνης τὰ φόβητρα, Ποσειδῶνος τριόδοντα,ὅπλον Ἀθηναίης, Ἀρτέμιδος φαρέτρην.οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἐξεδύθησανεἰς βραχὺ σιταρίου κέρμα καὶ οἰναρίου.τὸν δασὺν Ἑρμογένην ζητεῖ πόθεν ἄρξεθʼ ὁ κουρεὺςκείρειν τὴν κεφαλήν, ὄνθʼ ὅλον ὡς κεφαλήν.Ἆρες Ἄρες βροτολοιγέ, μιαιφόνε, παύεο, κουρεῦ,