ἓξ χαλκῶν ἦν γὰρ τὸ σχοινίον· ἀλλʼ ἐδυσώνει,εὔωνον ζητῶν ἄλλον ἴσως θάνατον.τοῦτο φιλαργυρίας δεινῆς ὅρος, ὃς γʼ ἀποθνῄσκων,Γλαῦκε, διʼ ἓξ χαλκοῦς δύσμορος οὐκ ἔθανεν.δακρύει Φείδων ὁ φιλάργυρος, οὐχ ὅτι θνῄσκει,ἀλλʼ ὅτι πέντε μνῶν τὴν σορὸν ἐπρίατο.τοῦτʼ αὐτῷ χαρίσασθε, καί, ὡς τόπος ἐστὶν ἐν αὐτῇ,τῶν πολλῶν τεκνίων ἕν τι προσεμβάλετε.θνῄσκων Ἑρμοκράτης ὁ φιλάργυρος ἐν διαθήκαιςαὑτὸν τῶν ἰδίων ἔγραφε κληρονόμον.ψηφίζων δʼ ἀνέκειτο πόσον δώσει διεγερθεὶςἰητροῖς μισθοῦ, καὶ τί νοσῶν δαπανᾷ·ὡς δʼ εὗρε πλείω δραχμὴν μίαν, ἢν διασωθῇ,λυσιτελεῖ θνῄσκειν, εἶπε, καὶ ἐξετάθη.κεῖται δʼ οὐδὲν ἔχων ὀβολοῦ πλέον οἱ δὲ τὰ κείνουχρήματα κληρονόμοι ἥρπασαν ἀσπασίως.γεννηθὲν τέκνον κατεπόντισεν Αὖλος ὁ κνιπός,ψηφίζων αὐτοῦ σῳζομένου δαπάνας.εἰ τὸ μὲν ἐκδεδάνεικας, ὃ δʼ ἄρτι δίδως, ὃ δὲ μέλλεις,οὐδέποτʼ εἶ τοῦ σοῦ κύριος ἀργυρίου.τὰν ἀναδυομέναν ἀπὸ ματέρος ἄρτι θαλάσσαςΚύπριν ὅλην χρυσῆν ἐχθὲς ἔκλεψε Δίωνκαὶ χερὶ προσκατέσυρεν ὁλοσφύρητον Ἄδωνιν,καὶ τὸ παρεστηκὸς μικρὸν Ἐρωτάριον.αὐτοὶ νῦν ἐρέουσιν ὅσοι ποτὲ φῶρες ἄριστοι·οὐκέτι σοὶ χειρῶν εἰς ἔριν ἐρχόμεθατὸν θεὸν αὐτὸν ἔκλεψεν, ὃν ὁρκίζεσθαι ἔμελλενΕὐτυχίδης, εἰπών οὐ δύναμαὶ σ’ ὀμόσαι.τὸν πτανὸν Ἑρμᾶν, τὸν θεῶν ὑπηρέταν,τὸν Ἀρκάδων ἄνακτα, τὸν βοηλάταν,ἑστῶτα τῶνδε γυμνασίων ἐπίσκοπον,ὁ νυκτικλέπτας Αὖλος εἶπε βαστάσας·πολλοὶ μαθηταὶ κρείσσονες διδασκάλων.τὸν τῶν κλεπτόντων μανύτορα Φοῖβον ἔκλεψενΕὐτυχίδης, εἰπών, “μὴ πάνυ πολλὰ λάλει,σύγκρινον δὲ τέχνην τέχνῃ, καὶ χείρεσι χρησμούς,καὶ μάντιν κλέπτῃ, καὶ θεὸν Εὐτυχίδῃ·τῶν δʼ ἀχαλινώτων στομάτων χάριν αὐτίκα πραθείς,τοῖς ὠνησαμένοις πᾶν ὃ θέλεις με λέγε.”βουκόλε, τὰν ἀγέλαν πόρρω νέμε, μή σε Περικλῆς