ὄψομαι οὐ μακρὰν αὐτοὺς τυχὸν εἰδότας ὄντωςκαὶ τί ποεῖ ταῦρος, καὶ τί λέων δύναται.πρὸς τὸν μάντιν Ὄλυμπον Ὀνήσιμος ἦλθεν ὁ πύκτης,εἰ μέλλει γηρᾶν βουλόμενος προμαθεῖν.κἀκεῖνος, ναί, φησίν “ ἐὰν ἤδη καταλύσῃς·ἂν δέ γε πυκτεύῃς, ὡροθετεῖ σε Κρόνος.”εἰς Ῥόδον εἰ πλεύσει τις Ὀλυμπικὸν ἦλθεν ἐρωτῶντὸν μάντιν, καὶ πῶς πλεύσεται ἀσφαλέως.χὠ μάντις, πρῶτον μέν, ἔφη, “ καινὴν ἔχε τὴν ναῦν,καὶ μὴ χειμῶνος, τοῦ δὲ θέρους ἀνάγου.τοῦτο γὰρ ἂν ποιῇς, ἥξεις κἀκεῖσε καὶ ὧδε,ἂν μὴ πειρατὴς ἐν πελάγει σε λάβῃ.”πρὸς τὸν μάντιν Ὄλυμπον Ὀνήσιμος ἦλθʼ ὁ παλαιστὴς,καὶ πένταθλος Ὕλας, καὶ σταδιεὺς Μενεκλῆς,τίς μέλλει νικᾶν αὐτῶν τὸν ἀγῶνα θέλοντεςγνῶναι. κἀκεῖνος τοῖς ἱεροῖς ἐνιδών,πάντες, ἔφη, “ νικᾶτε, μόνον μή τις σὲ παρέλθῃ,καὶ σὲ καταστρέψῃ, καὶ σὲ παρατροχάσῃ.”εἶπεν ἐληλυθέναι τὸ πεπρωμένον, αὐτὸς ἑαυτοῦτὴν γένεσιν διαθεὶς Αὖλος ὁ ἀστρολόγος,καὶ ζήσειν ὥρας ἔτι τέσσαρας· ὡς δὲ παρῆλθενεἰς πέμπτην, καὶ ζῆν εἰδότα μηδὲν ἔδει,αἰσχυνθεὶς Πετόσιριν ἀπήγξατο· καὶ μετέωροςθνῄσκει μέν, θνῄσκει δʼ οὐδὲν ἐπιστάμενος.οὐ γλήχωνι Κρίτων ὁ φιλάργυρος, ἀλλὰ διχάλκῳαὑτὸν ἀποσφραίνει, θλιβομένου στομάχου,πλουτεῖν φασί σε πάντες, ἐγὼ δέ σέ φημι πένεσθαι·χρῆσις γὰρ πλούτου μάρτυς, Ἀπολλόφανες.ἂν μετέχῃς αὐτῶν σύ, σὰ γίνεται; ἂν δὲ φυλάττῃςκληρονόμοις, ἀπὸ νῦν γίνεται ἀλλότρια.χαλκὸν ἔχων, πῶς οὐδὲν ἔχεις μάθε. πάντα δανείζεις·οὕτως οὐδὲν ἔχεις αὐτός, ἵνʼ ἄλλος ἔχῃ.Ψηφίζεις, κακόδαιμον· ὁ δὲ χρόνος, ὡς τόκον, οὕτωκαὶ πολιὸν τίκτει γῆρας ἐπερχόμενος·κοὔτε πιὼν, οὔτʼ ἄνθος ἐπὶ κροτάφοις ἀναδήσας,οὐ μύρον, οὐ γλαφυρὸν γνοὺς ποτʼ ἐρωμένιον,τεθνήξῃ, πλουτοῦσαν ἀφεὶς μεγάλην διαθήκην,ἐκ πολλῶν ὀβολὸν μοῦνον ἐνεγκάμενος.ἐχθὲς ἀπάγχεσθαι μέλλων Δείναρχος ὁ φείδων,Γλαῦκε, διʼ ἓξ χαλκοῦς δύσμορος οὐκ ἔθανεν