ῥήτορος ἅδʼ εἰκών· ὁ δὲ ῥήτωρ, εἰκόνος εἰκών.καὶ πῶς; οὐ λαλέει· οὐδὲν ὁμοιότερον.εἰ βούλει τὸν παῖδα διδάξαι ῥήτορα, Παῦλε,ὡς οὗτοι πάντες, γράμματα μὴ μαθέτω.εἶναι μὲν κυνικόν σε, Μενέστρατε, κἀνυπόδητον,καὶ ῥιγοῦν οὐδεὶς ἀντιλέγει καθόλου·ἂν δὲ παραρπάξῃς ἄρτους καὶ κλάσματʼ ἀναιδῶς,κἀγὼ ῥάβδον ἔχω, καὶ σὲ λέγουσι κύνα.πᾶς ὃς ἂν ᾖ πτωχὸς καὶ ἀγράμματος, οὐκέτʼ ἀλήθει,ὡς τὸ πρίν, οὐδʼ αἴρει φορτία μισθαρίου·ἀλλὰ τρέφει πώγωνα, καί, ἐκ τριόδου ξύλον ἄρας,τῆς ἀρετῆς εἶναι φησὶν πρωτοκύων.Ἑρμοδότου τόδε δόγμα τὸ πάνσοφον εἴ τις ἀχαλκεῖ,μηκέτι πεινάτω, θεὶς τὸ χιτωνάριον.οὗτος ὁ τῆς ἀρετῆς ἀδάμας βαρύς, οὗτος ὁ πάντῃπᾶσιν ἐπιπλήσσων, οὗτος ὁ ῥιγομάχος,καὶ πώγωνα τρέφων, ἑάλω. τί γάρ; ἀπρεπὲς εἰπεῖνἀλλʼ ἑάλω ποιῶν ἔργα κακοστομάτων.οἴει τὸν πώγωνα φρενῶν ποιητικὸν εἶναι,καὶ διὰ τοῦτο τρέφεις, φίλτατε, μυιοσόβην.κεῖρον ἐμοὶ πεισθεὶς ταχέως· οὗτος γὰρ ὁ πώγωνφθειρῶν ποιητής, οὐχὶ φρενῶν γέγονεν.ὦ ʼγαθέ καὶ μῶν οὖν καὶ ποῖ δὴ καὶ πόθεν ὦ τᾶνκαὶ θαμά καὶ φέρε δή καὶ κομιδῆ καὶ ἴθι,καὶ στόλιον, μάλιον, πωγώνιον, ὤμιον ἔξω,ἐκ τούτων ἡ νῦν εὐδοκιμεῖ σοφία.αἰάζει πήρη τε, καὶ Ἡράκλειον ἄριστονβριθὺ Σινωπίτου Διογένευς ῥόπαλον,καὶ τὸ χύδην ῥυπόεντι πίνῳ πεπαλαγμένον ἔσθοςδιπλάδιον, κρυερῶν ἀντίπαλον νιφάδων,ὅττι τεοῖς ὤμοισι μιαίνεται· ἦ γὰρ ὁ μέν πουοὐράνιος, σὺ δʼ ἔφυς οὑν σποδιῇσι κύων.ἀλλὰ μέθες, μέθες ὅπλα τὰ μὴ σέθεν· ἄλλο λεόντων,ἄλλο γενειητῶν ἔργον ὄρωρε τράγων.τῷ πατρί μου τὸν ἀδελφὸν οἱ ἀστρολόγοι μακρόγηρωνπάντες ἐμαντεύσανθʼ ὡς ἀφʼ ἑνὸς στόματος·ἀλλʼ Ἑρμοκλείδης αὐτὸν μόνος εἶπε πρόμοιρονεἶπε δʼ, ὅτʼ αὐτὸν ἔσω νεκρὸν ἐκοπτόμεθα.πάντες ὅσοι τὸν Ἄρην καὶ τὸν Κρόνον ὡροθετοῦσιν,ἄξιοί εἰσι τυχεῖν πάντες ἑνὸς τυπάνου.