ἀλλὰ πρὸς Εὐτυχίδην ἔχομεν κρίσιν ὥστε τί ποιεῖἐνθάδε μοι Ξέρξης καὶ Λακεδαιμόνιοι;πλὴν κἀμοῦ μνήσθητι νόμου χάριν, ἢ μέγα κράξω·ἄλλα λέγει Μενεκλῆς, ἄλλα τὸ χοιρίδιον.πολλοῦ δεῖ καὶ σφίν καὶ τρὶς παρʼ ἕκαστα “ δικασταὶἄνδρες,” καὶ λέγε δὴ τὸν νόμον ἐνθάδε μοι,καὶ ταυτὶ καὶ μῶν καὶ τετταράκοντα καὶ ἄττασκεψάμενος, καί τοι νὴ Δία, καὶ μὰ Δία,ῥήτωρ ἐστὶ Κρίτων, καὶ παιδία πολλὰ διδάσκει·προσθήσει δʼ αὐτοῖς γρῦ, φαθὶ καὶ μίν ἔτι.οὐ δέχεται Μάρκον τὸν ῥήτορα νεκρὸν ὁ Πλούτων,εἰπών, “ ἀρκείτω Κέρβερος ὧδε κύων.εἰ δʼ ἐθέλεις πάντως, Ἰξίονι καὶ Μελίτωνιτῷ μελοποιητᾖ, καὶ Τιτυῷ μελέτα.οὐδὲν γὰρ σοῦ χεῖρον ἔχω κακόν, ἄχρις ἂν ἐλθὼνὧδε σολοικίζῃ Ῥοῦφος ὁ γραμματικός.”οὐ τὸ λέγειν παράσημα καὶ Ἀττικὰ ῥήματα πέντε,εὐζήλως ἐστὶν καὶ φρονίμως μελετᾷν·οὐδὲ γὰρ εἰ κάρκαιρε, καὶ εἰ κοναβεῖ τό τε σίζεικαὶ κελάρυζε λέγεις, εὐθὺς Ὅμηρος ἔσῃ.νοῦν ὑποκεῖσθαι δεῖ τοῖς γράμμασι, καὶ φράσιν αὐτῶνεἶναι κοινοτέραν, ὥστε νοεῖν ἃ λέγεις.εἰκὼν ἡ Σέξστου μελετᾷ, Σέξστος δὲ σιωπᾷ.εἰκὼν ἦν ῥήτωρ, ὁ δὲ ῥήτωρ εἰκόνος εἰκών.ἑπτὰ σολοικισμοὺς Φλάκκῳ τῷ ῥήτορι δῶρονπέμψας, ἀντέλαβον πεντάκι διακοσίους·καὶ νῦν μέν, φησίν, “ τούτους ἀριθμῷ σοι ἔπεμψα,τοῦ λοιποῦ δὲ μέτρῳ, πρὸς Κύπρον ἐρχόμενος,”ῥήτωρ ἐξαπίνης Ἀσιατικός· οὐδὲν ἄπιστονκαὶ τοῦτʼ ἐν Θήβαις νῦν γέγονεν τὸ τέρας.μηδὲ λαλῶν πρῴην ἐσολοίκισε Φλάκκος ὁ ῥήτωρ,καὶ μέλλων χαίνειν, εὐθὺς ἐβαρβάρισεν,καὶ τῇ χειρὶ τὰ λοιπὰ σολοικίζει διανεύων,κἀγὼ δʼ αὐτὸν ἰδὼν — τὸ στόμα μου δέδεται.αὐτὸν ὁρῶ σέ, Μέδον, τὸν ῥήτορα. φεῦ, τί τὸ θαῦμα;στειλάμενος σιγᾶς· οὐδὲν ὁμοιότερον.“ Ἀρκαδικὸν πῖλον κατʼ ἐνύπνιον Ἀρκάδι δῶρονἙρμείῃ ῥήτωρ θῆκεν Ἀθηναγόρας.”εἰ μὲν καὶ ῥήτωρ κατʼ ἐνύπνιον, οἴσομεν Ἑρμῇ·εἰ δʼ ὕπαρ, ἀρκείτω· θῆκεν Ἀθηναγόρας.