νῦν ὑμῖν ὁ Χάρων ἐπελήλυθε· ποῦ τις ἀπέλθῃλοιπόν, ἐπεὶ χᾄδην Εὐτυχίδης κατέχει;Ἀρχόμεθʼ, Ἡλιόδωρε; ποιήματα παίζομεν οὕτωταῦτα πρὸς ἀλλήλους; Ἡλιόδωρε, θέλεις;ἆσσον ἴθʼ, ὥς κεν θᾶσσον ὀλέθρου καὶ γὰρ ἔμʼ ὄψειμακροφλυαρητὴν Ἡλιοδωρότερον.μηκέτι, μηκέτι, Μάρκε, τὸ παιδίον, ἀλλʼ ἐμὲ κόπτουτὸν πολὺ τοῦ παρὰ σοὶ νεκρότερον τεκνίου,εἰς ἐμὲ νῦν ἐλέγους ποίει πάλιν, εἰς ἐμὲ θρήνους,δήμιε, τὸν στιχίνῳ σφαζόμενον θανάτῳ,τοῦ σοῦ γὰρ πάσχω νεκροῦ χάριν, οἷα πάθοιενοἱ καταδείξαντες βιβλία καὶ καλάμους.οὐχ οὕτω κακοεργὸν ἐχαλκεύσαντο μάχαιρανἄνθρωποι, διὰ τὰς ἐξαπίνης ἐνέδρας,οἷον ἀκήρυκτον, Καλλίστρατε, καὶ σὺ προσελθὼνποιεῖς μοι φονικῶν ἑξαμέτρων πόλεμον.σάλπιγξον ταχέως ἀνακλητικὸν εἰς ἀνοχὰς γὰρκαὶ Πρίαμος κλαύσας % ἡμερίων ἔτυχεν.Ὠμοβοείου μοι παραθεὶς τόμον, Ἡλιόδωρε,καὶ τρία μοι κεράσας ὠμοβοειότερα,εὐθὺ κατακλύζεις ἐπιγράμμασιν. εἰ δʼ ἀσεβήσαςβεβρώκειν τινὰ βοῦν τῶν ἀπὸ Τρινακρίας,βούλομʼ ἅπαξ πρὸς κῦμα χανεῖν εἰ δʼ ἐστὶ τὸ κῦμαἔνθε μακράν, ἄρας εἰς τὸ φρέαρ με βάλε.ἂν τοῦ γραμματικοῦ μνησθῶ μόνον Ἡλιοδώρου,εὐθὺ σολοικίζον τὸ στόμα μου δέδεται,γραμματικὸν Ζηνωνὶς ἔχει πώγωνα Μένανδρον,τὸν δʼ υἱὸν τούτῳ φησὶ συνεστακέναι.τὰς νύκτας δʼ αὐτῇ μελετῶν οὐ παύεται οὗτοςπτώσεις, συνδέσμους, σχήματα, συζυγίας.τούτοις τοῖς παρὰ δεῖπνον ἀοιδομάχοις λογολέσχαις,τοῖς ἀπʼ Ἀριστάρχου γραμματολικριφίσιν,οἷς οὐ σκῶμμα λέγειν, οὐ πεῖν φίλον, ἀλλʼ ἀνάκεινταινηπυτιευόμενοι Νέστορι καὶ Πριάμῳ,μή με βάλῃς κατὰ λέξιν ἕλωρ καὶ κύρμα γενέσθαι.σήμερον οὐ δειπνῶ μῆνιν ἄειδε θεά.χοιρίδιον καὶ βοῦν ἀπολώλεκα, καὶ μίαν αἶγα,ὧν χάριν εἴληφας μισθάριον, Μενέκλεις·οὔτε δέ μοι κοινόν τι πρὸς Ὀθρυάδαν γεγένηται,οὔτʼ ἀπάγω κλέπτας τοὺς ἀπὸ Θερμοπυλῶν