ἂν δὲ δὶς ἐγχρίσῃ με πονῶν πάλιν οὐκ ἐνοχλήσωὀφθαλμοὺς αὐτῷ· πῶς γὰρ ὁ μηκέτʼ ἔχων;εἰσὶ καὶ ἐν Μούσῃσιν Ἐρινύες, αἵ σε ποιοῦσινποιητήν, ἀνθʼ ὧν πολλὰ γράφεις ἀκρίτως.τοίνυν, σοῦ δέομαι, γράφε πλείονα· μείζονα γάρ σοιεὔξασθαι ταύτης οὐ δύναμαι μανίαν.εἰ μὴ χαίρω, Φλῶρε, γενοίμην δάκτυλος ἢ ποὺςεἷς τῶν σῶν τούτων τῶν κατατεινομένων.χαίρω, νὴ τὸν κλῆρον, ὃν εὐκλήρησας ἐν ἄθλοις,ὡς περὶ χοιρείας τοῦ στεφάνου μερίδος.τοιγὰρ θάρσει, Φλῶρε, καὶ εὔθυμος πάλι γίνου·οὕτω νικῆσαι καὶ δόλιχον δύνασαι.ποιητὴς ἐλθὼν εἰς Ἴσθμια πρὸς τὸν ἀγῶνα,εὑρὼν ποιητάς, εἶπε παρίσθμιʼ ἔχειν.μέλλει δʼ ἐξορμᾶν εἰς Πύθια· κἂν πάλιν εὕρῃ,εἰπεῖν οὐ δύναται, καὶ παραπύθιʼ ἔχω.τοὺς κυκλίους τούτους, τοὺς αὐτὰρ ἔπειτα λέγονταςμισῶ, λωποδύτας ἀλλοτρίων ἐπέων.καὶ διὰ τοῦτʼ ἐλέγοις προσέχω πλέον οὐδὲν ἔχω γὰρΠαρθενίου κλέπτειν ἢ πάλι Καλλιμάχου.θηρὶ μὲν οὐατόεντι γενοίμην, εἴ ποτε γράψω,εἴκελος, “ἐκ ποταμῶν χλωρὰ χελιδόνια.οἱ” δʼ οὕτως τὀν Ὅμηρον ἀναιδῶς λωποδυτοῦσιν,ὥστε γράφειν ἤδη μῆνιν ἄειδε, θεά.οὔτʼ ἐπὶ Δευκαλίωνος ὕδωρ, ὅτε πάντʼ ἐγενήθη,οὔθʼ ὁ καταπρήσας τοὺς ἐπὶ γῆς Φαέθων,ἀνθρώπους ἔκτεινεν ὅσους Ποτάμων ὁ ποιητὴς,καὶ χειρουργήσας ὤλεσεν Ἑρμογένης.ὥστʼ ἐξ αἰῶνος κακὰ τέσσαρα ταῦτʼ ἐγενήθη,Δευκαλίων, Φαέθων, Ἑρμογένης, Ποτάμων.μισῶ, δέσποτα Καῖσαρ, ὅσοις νέος οὐδέποτʼ οὐδεὶςἤρεσε, κἂν εἴπῃ, μῆνιν ἄειδε θεά,ἀλλʼ ἢν μὴ Πριάμου τις ἔχῃ χρόνον ἡμιφάλακρος,ἢ καὶ κυρτὸς ἄγαν, οὐ δύνατʼ ἄλφα γράφειν.εἰ δʼ ὄντως οὕτως τοῦτʼ ἔστʼ ἔχον, ὦ ὕπατε Ζεῦ,εἰς τοὺς κηλήτας ἔρχεται ἡ σοφία.τέθνηκʼ Εὐτυχίδης ὁ μελογράφος. οἱ κατὰ γαῖανφεύγετʼ ἔχων ᾠδὰς ἔρχεται Εὐτυχίδης·καὶ κιθάρας αὑτῷ διετάξατο συγκατακαῦσαιδώδεκα, καὶ κίστας εἰκοσιπέντε νόμων.