ἵππον ἀπὸ σπιθαμῆς δὲ μόλις βλέπει, ἀντὶ δὲ τοῦ πρὶνὄρτυγος οὐδὲ μέγαν στρουθὸν ἰδεῖν δύναται.ἂν δὲ προσεγχρίσας αὐτὸν φθάσῃ, οὐδʼ ἐλέφανταοὐκέτι μήποτʼ ἴδῃ πλησίον ἑσταότα.Οὔτʼ ἔκλυσεν Φείδων μʼ, οὔθʼ ἥψατο ἀλλὰ πυρέξαςἐμνήσθην αὐτοῦ τοὔνομα, κἀπέθανον.ἰητρὸς τὴν γραῦν εἴτʼ ἔκλυσεν, εἴτʼ ἀπέπνιξεν,οὐδεὶς γινώσκει· δαιμόνιον τὸ τάχος.ὁ ψόφος ἦν κλυστῆρος ἐν οὔασι, καὶ στεφανοῦτοἡ σορός, οἱ δʼ ἄλλοι τὸν φακὸν ηὐτρέπισαν.ὀρθῶσαι τὸν κυρτὸν ὑποσχόμενος ΔιόδωρονΣωκλῆς τετραπέδους τρεῖς ἐπέθηκε λίθουςτοῦ κυρτοῦ στιβαροὺς ἐπὶ τὴν ῥάχιν ἀλλὰ πιεσθεὶςτέθνηκεν, γέγονεν δʼ ὀρθότερος κανόνος.χειρουργῶν ἔσφαξεν Ἀκεστορίδην Ἀγέλαος·ζῶν γὰρ χωλεύειν, φησίν, ἔμελλε τάλας.πέντʼ ἰητρὸς Ἄλεξις ἅμʼ ἔκλυσε, πέντʼ ἐκάθηρε,πέντʼ ἴδεν ἀρρώστους, πέντʼ ἐνέχρισε πάλινκαὶ πᾶσιν μία νύξ, ἓν φάρμακον, εἷς σοροπηγός,εἷς τάφος, εἷς Ἀίδης, εἷς κοπετὸς γέγονεν.Ἆγις Ἀρισταγόρην οὔτʼ ἔκλυσεν, οὔτʼ ἔθιγʼ αὐτοῦ·ἀλλʼ ὅσον εἰσῆλθεν, κᾤχετʼ Ἀρισταγόρης.ποῦ τοίην ἀκόνιτος ἔχει φύσιν; ὦ σοροπηγοί,Ἆγιν καὶ μίτραις βάλλετε καὶ στεφάνοις.ξεῖνε, τί μὰν πεύθῃ; τίνες ἐν χθονὶ τοῖσδʼ ὑπὸ τύμβοις;οὓς γλυκεροῦ φέγγους Ζώπυρος ἐστέρισεν,Δᾶμις, Ἀριστοτέλης, Δημήτριος, Ἀρκεσίλαος,Σώστρατος, οἵ τʼ ὀπίσω μέχρι Παραιτονίου.κηρύκιον γὰρ ἔχων ξύλινον, καὶ πλαστὰ πέδιλα,ὡς Ἑρμῆς, κατάγει τοὺς θεραπευομένους.ἰητρὸς Κρατέας καὶ Δάμων ἐνταφιαστὴςκοινὴν ἀλλήλοις θέντο συνωμοσίην.καὶ ῥʼ ὁ μὲν οὓς κλέπτεσκεν ἀπʼ ἐνταφίων τελαμῶναςεἰς ἐπιδεσμεύειν πέμπε φίλῳ Κρατέᾳ·τὸν δʼ ἀπαμειβόμενος Κρατέας εἰς ἐνταφιάζεινπέμπεν ὅλους αὐτῷ τοὺς θεραπευομένους.οὐ μήλῃ, τριόδοντι δʼ ἐνήλειψέν με Χαρῖνος,σπόγγον ἔχων καινὸν τῶν γραφικῶν πινάκωντὴν μήλην δʼ ἕλκων, ἐξέσπασε τὸ βλέφαρόν μουῥιζόθεν ἡ μήλη δʼ ἔνδον ἔμεινεν ὅλη.