εἰ δʼ οὕτω τοῦτʼ ἐστί, σὺ τοὺς δούλους κατάκλινον,ἡμεῖς δʼ αὖ τούτοις πρὸς πόδας ἐρχόμεθα.οἶνος καὶ Κένταυρον, Ἐπίκρατες, οὐχὶ σὲ μοῦνον,ὤλεσεν, ἠδʼ ἐρατὴν Καλλίου ἡλικίην.ὄντως οἰνοχάρων ὁ μονόμματος, ᾧ σὺ τάχιστατὴν αὐτὴν πέμψαις ἐξ Ἀίδεω πρόποσιν.Ἠὼς ἐξ ἠοῦς παραπέμπεται, εἶτʼ, ἀμελούντωνἡμῶν, ἐξαίφνης ἥξει ὁ πορφύρεος,καὶ τοὺς μὲν τήξας, τοὺς δʼ ὀπτήσας, ἐνίους δὲφυσήσας, ἄξει πάντας ἐς ἓν βάραθρον.ἐχθὲς ἐπὶ ξενίαν κληθείς, ὅτε καιρὸς ὕπνου μοι,τύλῃ ἐπεκλίνθην Γοργόνος ἢ Νιόβης,ἣν οὐδεὶς ὕφηνεν, ἀπέπρισε δʼ, ἢ πελεκήσαςἐκ τῶν λατομιῶν ἤγαγεν εἰς τὰ Πρόκλου.ἐξ ἧς εἰ μὴ θᾶττον ἐπηγέρθην, Πρόκλος ἄν μοιτὴν τύλην στήλην ἢ σορὸν εἰργάσατο.εἰ μὲν τοὺς ἀπὸ ἄλφα μόνους κέκρικας κατορύσσειν,Λούκιε, βουλευτὰς καὶ τὸν ἀδελφὸν ἔχεις·εἰ δʼ, ὅπερ εὔλογόν ἐστι, κατὰ στοιχεῖον ὁδεύεις,ἤδη, σοὶ προλέγω, Ὠριγένης λέγομαι.Κύλλος καὶ Λεῦρος, δύο Θεσσαλοὶ ἐγχεσίμωροι·Κύλλος δʼ ἐκ τούτων ἐγχεσιμωρότερος.ἦν Στέφανος πτωχὸς κηπεὺς θʼ ἅμα· νῦν δὲ προκόψαςπλουτεῖ, καὶ γεγένητʼ εὐθὺ Φιλοστέφανος,τέσσαρα τῷ πρώτῳ Στεφάνῳ καλὰ γράμματα προσθείς·ἔσται δʼ εἰς ὥρας Ἱπποκρατιππιάδης,ἢ διὰ τὴν σπατάλην Διονυσιοπηγανόδωρος·ἐν δʼ ἀγορανομίῳ παντὶ μένει Στέφανος.οὐκ ἐν ʽγαστρὶ λαβοῦσα Φιλαίνιον Ἡλιοδώρῳθήλειαν τίκτει παῖδʼ ἀπὸ ταὐτομάτου.τοῦ δʼ ἐπὶ θηλείῃ λυπουμένου, ἓξ διαλείπειἤματα, καὶ τίκτειν ἄρσενα παῖδʼ ἔφατο.οὕτως Βούβαστις καταλύεται· εἰ γὰρ ἑκάστητέξεται ὡς αὐτή, τίς θεοῦ ἐστι λόγος;καὶ πίε νῦν καὶ ἔρα, Δαμόκρατες· οὐ γὰρ ἐς αἰεὶπιόμεθʼ, οὐδʼ αἰεὶ παισὶ συνεσσόμεθα.καὶ στεφάνοις κεφαλὰς πυκασώμεθα, καὶ μυρίσωμεναὑτούς, πρὶν τύμβοις ταῦτα φέρειν ἑτέρους.νῦν ἐν ἐμοὶ πιέτω μέθυ τὸ πλέον ὀστέα τἀμά·νεκρὰ δὲ Δευκαλίων αὐτὰ κατακλυσάτω.