ἐν τῇ κλίνῃ δὲ τῶν ποδῶν ἰσουμένων,σκόπει Κόνωνος ποῦ τὸ χεῖλος ἔρχεται,οὐδʼ ἐπικύψαι ἔχει Δημήτριος οὐδὲν ὁ μικρός·ἀλλʼ † ἔρριπται χαμαὶ πάντοτʼ ἐπαιρόμενος. .τρεῖς λεπτοὶ πρῴην περὶ λεπτοσύνης ἐμάχοντο,τίς προκριθεὶς εἴη λεπτεπιλεπτότερος.ὧν ὁ μὲν εἷς,Ἕρμων, μεγάλην ἐνεδείξατο τέχνην,καὶ διέδυ ῥαφίδος τρῆμα, λίνον κατέχωνΔημᾶς δʼ ἐκ τρώγλης βαίνων ἐς ἀράχνιον ἔστη,ἡ δʼ ἀράχνη νήθουσ’ αὐτὸν ἀπεκρέμασεν.Σωσίπατρος δʼ ἐβόησεν “ ἐμὲ στεφανώσατʼ ἐγὼεἰ βλέπομʼ, ἥττημαι· πνεῦμα γάρ εἰμι μόνον.”Βουλόμενόσποθʼ ὁ λεπτὸς ἀπάγξασθαι Διόφαντος,νῆμα λαβὼν ἀράχνης αὑτὸν ἀπηγχόνισεν.πρίν σ’ ἐναλείψασθαι, Δημόστρατε, χαῖρʼ, ἱερὸν φῶς,εἰπὲ τάλας· οὕτως εὔσκοπός ἐστι Δίων.οὐ μόνον ἐξετύφλωσεν Ὀλυμπικόν, ἀλλὰ διʼ αὐτοῦεἰκόνος ἧς εἶχεν τὰ βλέφαρʼ ἐξέβαλεν.τοῦ λιθίνου Διὸς ἐχθὲς ὁ κλινικὸς ἥψατο Μάρκος·καὶ λίθος ὢν καὶ Ζεύς, σήμερον ἐκφέρεται.Ἑρμογένην τὸν ἰατρὸν ὁ ἀστρολόγος Διόφαντοςεἶπε μόνους ζωῆς ἐννέα μῆνας ἔχειν.κἀκεῖνος γελάσας, τί μὲν ὁ Κρόνος ἐννέα μηνῶν,φησί, λέγει, σὺ νόει· τἀμὰ δὲ σύντομά σοι.εἶπε, καὶ ἐκτείνας μόνον ἥψατο· καὶ Διόφαντοςἄλλον ἀπελπίζων, αὐτὸς ἀπεσκάρισεν.ἤν τινʼ ἔχῃς ἐχθρόν, Διονύσιε, μὴ καταράσῃτὴν Ἶσιν τούτῳ, μηδὲ τὸν Ἁρποκράτην,μηδʼ εἴ τις τυφλοὺς ποιεῖ θεός, ἀλλὰ Σίμωνα·καὶ γνώσῃ, τί θεός, καὶ τί Σίμων δύναται,εἰς Ἄϊδος κατέπεμψε πάλαι ποτέ, δέσποτα Καῖσαρ,ὡς λόγος, Εὐρυσθεὺς τὸν μέγαν Ἡρακλέα·νῦν δʼ ἐμὲ Μηνοφάνης ὁ κλινικός· ὥστε λεγέσθωκλινικὸς Εὐρυσθεύς, μηκέτι Μηνοφάνης.ἰητρὸς Καπίτων Χρύσην ἐνέχρισεν, ὁρῶνταὀκτὼ μὲν μακρὸν πύργον ἀπὸ σταδίων,ἄνδρα δʼ ἀπὸ σταδίου, διὰ δώδεκα δʼ ὄρτυγα πηχῶν,φθεῖρα δʼ ἀπὸ σπιθαμῶν καὶ δύο δερκόμενον.νῦν δʼ ἀπὸ μὲν σταδίου πόλιν οὐ βλέπει, ἐκ δὲ διπλέθρουκαιόμενον κατιδεῖν τὸν φάρον οὐ δύναται·