Ἑρμαίοις ἡμῖν Ἀφροδίσιος ἓξ χόας οἴνουαἴρων, προσκόψας πένθος ἔθηκε μέγα.οἶνος καὶ Κένταυρον ἀπώλεσεν ὡς ὄφελεν δὲχἠμᾶς· νῦν δʼ ἡμεῖς τοῦτον ἀπωλέσαμεν.Αἰσχυλίδα Θεόδωρε, τί μοι μεμάχηνται ἄριστοι;οὐ διακωλύσεις; πάντες ἔχουσι λίθουςἤθελον ἂν πλουτεῖν, ὡς πλούσιος ἦν ποτε Κροῖσοςκαὶ βασιλεὺς εἶναι τῆς μεγάλης Ἀσίης·ἀλλʼ ὅταν ἐμβλέψω Νικάνορα τὸν σοροπηγόν,καὶ γνῶ πρὸς τί ποιεῖ ταῦτα τὰ γλωσσόκομα,ἀκτήν που πάσσας καὶ ταῖς κοτύλαις ὑποβρέξας,τὴν Ἀσίην πωλῶ πρὸς μύρα καὶ στεφάνους.αὐτῷ τις γήμας πιθανὴν τῷ γείτονι, ῥέγχεικαὶ τρέφεται· τοῦτʼ ἦν εὔκολος ἐργασία,μὴ πλεῖν, μὴ σκάπτειν, ἀλλʼ εὐστομάχως ἀπορέγχειν,ἀλλοτρίᾳ δαπάνῃ πλούσια βοσκόμενον,ὅστις ἔσω πυροὺς καταλαμβάνει οὐκ ἀγοράζων,κείνου Ἀμαλθείας ἁ γυνά ἐστι κέρας.πτωχοῦ ἐστι γάμος κυνέα μάχα, εὐθὺ κυδοιμός,λοιδορίαι, πλαγαί, ζημία, ἔργα, δίκαι.οὐδεὶς τὴν ἰδίην συνεχῶς, Χαρίδημε, γυναῖκαβινεῖν ἐκ ψυχῆς τερπόμενος δύναται·οὕτως ἡ φύσις ἐστὶ φιλόκνισος, ἀλλοτριόχρως,καὶ ζητεῖ διόλου τὴν ξενοκυσθαπάτην.μὴ μύρα, μὴ στεφάνους λιθίναις στήλαισι χαρίζου,μηδὲ τὸ πῦρ φλέξῃς· ἐς κενὸν ἡ δαπάνη.ζῶντί μοι, εἴ τι θέλεις, χάρισαι· τέφρην δὲ μεθύσκωνπηλὸν ποιήσεις, κοὐχ ὁ θανὼν πίεται.μὴ πάλι μοι μετὰ δόρπον, ὅτʼ οὐκέτι γαστέρα πείθω,οὔθατα καὶ χοίρων ἄντα τίθει τεμάχη·οὐδὲ γὰρ ἐργοπόνοισι μετὰ στάχυν ὄμβρος ἄκαιροςχρήσιμος, οὐ ναύταις ἐν λιμένι ζέφυρος.τὸν τοῦ δειπναρίου νόμον οἴδατε· σήμερον ὑμᾶς,Αὖλε, καλῶ καινοῖς δόγμασι συμποσίου.οὐ μελοποιὸς ἐρεῖ κατακείμενος· οὔτε παρέξειςοὔθʼ ἕξεις αὐτὸς πράγματα γραμματικά.οὐκ ᾔδειν σε τραγῳδόν, Ἐπίκρατες, οὐδὲ χοραύλην,οὐδʼ ἄλλʼ οὐδὲν ὅλως, ὧν χορὸν ἔστιν ἔχεινἀλλʼ ἐκάλουν σε μόνον σὺ δʼ ἔχων χορὸν οἴκοθεν ἥκειςὀρχηστῶν, αὐτοῖς πάντα διδοὺς ὀπίσω.