μισῶ τὸν ἄνδρα τὸν διπλοῦν πεφυκότα,χρηστὸν λόγοισι, πολέμιον δὲ τοῖς τρόποις.ὅταν λογισμοῖς καταμάθω τὰ πράγματα,καὶ τὰς ἀκαίρους μεταβολὰς τὰς τοῦ βίου,καὶ ῥεῦμʼ ἄπιστον τῆς ἀνωμάλου Τύχης,πῶς τοὺς πένητας πλουσίους ἐργάζεται,καὶ τοὺς ἔχοντας χρημάτων ἀποστερεῖ,τότε κατʼ ἐμαυτὸν τῇ πλάνῃ σκοτούμενοςμισῶ τὰ πάντα, τῆς ἀδηλίας χάριν.ποίῳ τρόπῳ γὰρ περιγένωμαι τῆς Τύχης,τῆς ἐξ ἀδήλου φαινομένης ἐν τῷ βίῳ,πόρνης γυναικὸς τοὺς τρόπους κεκτημένης;λίτραν ἐτῶν ζήσας μετὰ γραμματικῆς βραχυμόχθου,βουλευτὴς νεκύων πέμπομαι εἰς ἀίδην.πᾶς τις ἀπαίδευτος φρονιμώτατός ἐστι σιωπῶν,τὸν λόγον ἐγκρύπτων, ὡς πάθος αἰσχρότατον.πολλάκι, Σέξστʼ, ἔστησα τεὴν φιλότητα καὶ ὕβρινκαὶ πολὺ κουφοτέρην τὴν φιλότητα μαθών,λοιδορίην δὲ ῥέπουσαν, ἐχωρίσθην φιλότητος,μηκέτι βαστάζων ὕβριν ἀτιμοτάτην.ἀνθρώποις ὀλίγος μὲν ὁ πᾶς χρόνος, ὅν ποτε δειλοὶζῶμεν, κἢν πολιὸν γῆρας ἅπασι μένῃ·τῆς δʼ ἀκμῆς καὶ μᾶλλον. ὅτʼ οὖν χρόνος ὥριος ἡμῖν,πάντα χύδην ἔστω, ψαλμός, ἔρως, προπόσεις.χειμὼν τοὐντεῦθεν γήρως βαρύς· οὐδὲ δέκα μνῶνστύσεις· τοιαύτη σ’ ἐκδέχετʼ ὀρχιπέδη.ἠνίδε καὶ χέρσου τὸ γεωτόμον ὅπλον ἐρέσσεικαὶ τὸν ὑπουθατίαν μόσχον ἄγει δάμαλις,βούταν μὲν τρομέουσα διώκτορα, τὸν δὲ μένουσανήπιον, ἀμφοτέρων εὔστοχα φειδομένη.ἴσχες, ἀροτροδίαυλε, πεδώρυχε, μηδὲ διώξῃςτὰν διπλοῖς ἔργοις διπλὰ βαρυνομέναν.μήτε με χείματι πόντος ἄγοι θρασύς, οὐδὲ γαλήνηςἀργῆς ἠσπασάμην τὴν πάλι νηνεμίην.αἱ μεσότητες ἄρισται· ὅπῃ δέ τε πρήξιες ἀνδρῶν,καὶ πάλι μέτρον ἐγὼ τἄρκιον ἠσπασάμην.τοῦτʼ ἀγάπα, φίλε Λάμπι, κακὰς δʼ ἔχθαιρε θυέλλας·εἰσί τινες πρηεῖς καὶ βιότου Ζέφυροι.τὴν † προτερον θυμέλην μήτʼ ἔμβλεπε, μήτε παρέλθῃς·νῦν ἄπαγε δραχμῆς εἰς κολοκορδόκολα.