φαινόμενον κατὰ γῆς, καὶ διαλυόμενον,πάντες τῷ θανάτῳ τηρούμεθα, καὶ τρεφόμεσθαὡς ἀγέλη χοίρων σφαζομένων ἀλόγως.οὐ δαψιλῶς μέν, ἀλλʼ ὅμως κἀγὼ τρέφωπαῖδας, γυναῖκα, δοῦλον, ὄρνιθας, κύνα·κόλαξ γὰρ οὐδεὶς τοὺς ἐμοὺς πατεῖ δόμους.ἂν μὴ γελῶμεν τὸν βίον τὸν δραπέτην,τύχην τε πόρνην ῥεύμασιν κινουμένην,ὀδύνην ἑαυτοῖς προξενοῦμεν πάντοτε,ἀναξίους ὁρῶντες εὐτυχεστέρους.σῶμα, πάθος ψυχῆς, ᾅδης, μοῖρʼ, ἄχθος, ἀνάγκη,καὶ δεσμὸς κρατερός, καὶ κόλασις βασάνων.ἀλλʼ ὅταν ἐξέλθῃ τοῦ σώματος, ὡς ἀπὸ δεσμῶντοῦ θανάτου, φεύγει πρὸς θεὸν ἀθάνατον.εἰ θεὸς ἡ Φήμη, κεχολωμένη ἐστὶ καὶ αὐτὴἝλλησι, σφαλεροῖς ἐξαπατῶσα λόγοις.φήμη δʼ, ἄν τι πάθῃς, ἀναφαίνεται εὐθὺς ἀληθής·πολλάκι καὶ Φήμην ἔφθασεν ἡ ταχυτής.ὦ τῆς μεγίστης τοῦ φθόνου πονηρίας·τὸν εὐτυχῆ μισεῖ τις, ὃν θεὸς φιλεῖ.οὕτως ἀνόητοι τῷ φθόνῳ πλανώμεθα,οὕτως ἑτοίμως μωρίᾳ δουλεύομεν.Ἕλληνές ἐσμεν ἄνδρες ἐσποδωμένοι,νεκρῶν ἔχοντες ἐλπίδας τεθαμμένας·ἀνεστράφη γὰρ πάντα νῦν τὰ πράγματα.ὅταν στυγῇ τις ἄνδρα, τὸν θεὸς φιλεῖ,οὗτος μεγίστην μωρίαν κατεισάγει·φανερῶς γάρ αὐτῷ τῷ θεῷ κορύσσεται,χόλον μέγιστον ἐκ φθόνου δεδεγμένος,δεῖ γὰρ φιλεῖν ἐκεῖνον, ὃν θεὸς φιλεῖ.ἐπεὶ δικάζεις καὶ σοφιστεύεις λόγοις,κἀγὼ φέρω σοι τῆς ἐμῆς ἀηδόνοςἐπίγραμμα σεμνόν, ἄξιον παρρησίας·ὁ γὰρ σὲ μέλπων τῆς Δίκης ὕμνους χέειβέλτερόν ἐστι Τύχης καὶ θλιβομένης ἀνέχεσθαιἢ τῶν πλουτούντων τῆς ὑπερηφανίης.εἶναι νομίζω φιλόσοφον καὶ τὸν θεόν,βλασφημίαις τὸν εὐθὺς οὐ θυμούμενον,χρόνῳ δʼ ἐπαυξάνοντα τὰς τιμωρίαςτὰς τῶν πονηρῶν καὶ ταλαιπώρων βροτῶν,