ἔνθεν ἐν ἀνθρώποισιν ἀρείονα πολλάκι δήειςκαὶ πενίην πλούτου, καὶ βιότου θάνατον.ταῦτα σὺ γινώσκων κραδίης ἴθυνε κελεύθους,εἰς μίαν εἰσορόων ἐλπίδα, τὴν σοφίην.τίπτε μάτην, ἄνθρωπε, πονεῖς καὶ πάντα ταράσσεις,κλήρῳ δουλεύων τῷ κατὰ τὴν γένεσιν;τούτῳ σαυτὸν ἄφες, τῷ δαίμονι μὴ φιλονείκεισὴν δὲ τύχην στέργων, ἡσυχίην ἀγάπα·μᾶλλον ἐπʼ εὐφροσύνην δὲ βιάζεο, καὶ παρὰ μοίρην,εἰ δυνατόν, ψυχὴν τερπομένην μετάγειν.ῥῖπτε γόους, μὴ κάμνε, πόσον χρόνον ἐνθάδε μίμνων,ὡς πρὸς ἐκεῖνον ὅλον τὸν μετὰ ταῦτα βίον.πρὶν τοίνυν σκώληκα βαλεῖν τύμβοις τε ῥιφῆναι,μη δαμάσῃς ψυχὴν ζῶν ἔτι κρινομένην,νυκτὸς ἀπερχομένης γεννώμεθα ἦμαρ ἐπʼ ἦμαρ,τοῦ προτέρου βιότου μηδὲν ἔχοντες ἔτι,ἀλλοτριωθέντες τῆς ἐχθεσινῆς διαγωγῆς,τοῦ λοιποῦ δὲ βίου σήμερον ἀρχόμενοι.μὴ τοίνυν λέγε σαυτὸν ἐτῶν, πρεσβῦτα, περισσῶντῶν γὰρ ἀπελθόντων σήμερον οὐ μετέχεις.παίγνιόν ἐστι Τύχης μερόπων βίος, οἰκτρός, ἀλήτης,πλούτου καὶ πενίης μεσσόθι ῥεμβόμενος.καὶ τοὺς μὲν κατάγουσα πάλιν σφαιρηδὸν ἀείρει,τοὺς δʼ ἀπὸ τῶν νεφελῶν εἰς ἀίδην κατάγει.ὦ τῆς βραχείας ἡδονῆς τῆς τοῦ βίου·τὴν ὀξύτητα τοῦ χρόνου πενθήσατε.ἡμεῖς καθεζόμεσθα καὶ κοιμώμεθα,μοχθοῦντες ἢ τρυφῶντες· ὁ δὲ χρόνος τρέχει,τρέχει καθʼ ἡμῶν τῶν ταλαιπώρων βροτῶν,φέρων ἑκάστου τῷ βίῳ καταστροφήν.ἄρα μὴ θανόντες τῷ δοκεῖν ζῶμεν μόνον,Ἕλληνες ἄνδρες, συμφορᾷ πεπτωκότεςὄνειρον εἰκάζοντες εἶναι τὸν βίον;ἢ ζῶμεν ἡμεῖς, τοῦ βίου τεθνηκότος;καὶ τὸ φρονεῖν πλουτεῦντι περίστασις, ὄχλος,ἀνάγκη† ζώνη ποικίλη καὶ κολάκων ἀνάγκη.δακρυχέων γενόμην, καὶ δακρύσας ἀποθνῄσκω·δάκρυσι δʼ ἐν πολλοῖς τὸν βίον εὗρον ὅλον.ὦ γένος ἀνθρώπων πολυδάκρυτον, ἀσθενές, οἰκτρόν,