αἱ δὲ νόσοι πολλαὶ καὶ ποικίλαι, ἄλλοτʼ ἐπʼ ἄλλονἐρχόμεναι θνητῶν, καὶ μεταβαλλόμεναι.εἰ βίον ἐν μερόπεσσι Τύχης παίζουσιν ἑταῖραιἐλπίδες ἀμβολάδην πάντα χαριζόμεναι,παίζομαι, εἰ βροτός εἰμι. βροτὸς δʼ εὖ οἶδα καὶ αὐτὸςθνητὸς ἐών δολιχαῖς δʼ ἐλπίσι παιζόμενος,αὐτὸς ἑκοντὶ γέγηθα πλανώμενος, οὐδὲ γενοίμηνἐς κρίσιν ἡμετέρην πικρὸς Ἀριστοτέλης.τὴν γὰρ Ἀνακρείοντος ἐνὶ πραπίδεσσι φυλάσσωπαρφασίην, ὅτι δεῖ φροντίδα μὴ κατέχειν.Πανδώρης ὁρόων γελόω πίθον, οὐδὲ γυναῖκαμέμφομαι, ἀλλʼ αὐτῶν τὰ πτερὰ τῶν Ἀγαθῶν.ὡς γὰρ ἐπʼ Οὐλύμποιο μετὰ χθονὸς ἤθεα πάσηςπωτῶνται, πίπτειν καὶ κατὰ γῆν ὄφελον.ἡ δὲ γυνὴ μετὰ πῶμα κατωχρήσασα παρειὰςὤλεσεν ἀγλαΐην ὧν ἔφερεν χαρίτων.ἀμφοτέρων δʼ ἥμαρτεν ὁ νῦν βίος, ὅττι καὶ αὐτὴνγηράσκουσαν ἔχει, καὶ πίθος οὐδὲν ἔχει.σκηνὴ πᾶς ὁ βίος καὶ παίγνιον· ἢ μάθε παίζειν,τὴν σπουδὴν μεταθείς, ἢ φέρε τὰς ὀδύνας.εἰ τὸ φέρον σε φέρει, φέρε καὶ φέρου· εἰ δʼ ἀγανακτεῖςκαὶ σαυτὸν λυπεῖς, καὶ τὸ φέρον σε φέρει.μήτε βαθυκτεάνοιο τύχης κουφίζεο ῥοίζῳ,μήτε σέο γνάμψῃ φροντὶς ἐλευθερίην.πᾶς γὰρ ὑπʼ ἀσταθέεσσι βίος πελεμίζεται αὔραις,τῇ καὶ τῇ θαμινῶς ἀντιμεθελκόμενος.ἡ δʼ ἀρετὴ σταθερόν τι καὶ ἄτροπον, ἧς ἔπι μούνηςκύματα θαρσαλέως ποντοπόρει βιότου.ἠέρα λεπταλέον μυκτηρόθεν ἀμπνείοντεςζώομεν, ἠελίου λαμπάδα δερκόμενοι,πάντες ὅσοι ζῶμεν κατὰ τὸν βίον ὄργανα δʼ ἐσμέν,αὔραις ζῳογόνοις πνεύματα δεχνύμενοι.εἰ δέ τις οὖν ὀλίγην παλάμῃ σφίγξειεν ἀυτμήν,ψυχὴν συλήσας εἰς Ἀίδην κατάγει.οὕτως οὐδὲν ἐόντες, ἀγηνορίῃ τρεφόμεσθα,πνοιῆς ἐξ ὀλίγης ἠέρα βοσκόμενοι.οὐ τὸ ζῆν χαρίεσσαν ἔχει φύσιν, ἀλλὰ τὸ ῥῖψαιφροντίδας ἐκ στέρνων τὰς πολιοκροτάφους.πλοῦτον ἔχειν ἐθέλω τὸν ἐπάρκιον· ἡ δὲ περισσὴθυμὸν ἀεὶ κατέδει χρυσομανὴς μελέτη.