μᾶλλον τοῖς ἀδίκοισι ῥέπει, μισεῖ δὲ δικαίους,ὡς ἐπιδεικνυμένη τὴν ἄλογον δύναμιν.μηδέποτε ζήσας ὁ πένης βροτὸς οὐδʼ ἀποθνῄσκει·καὶ ζῆν γὰρ δοκέων, ὡς νέκυς ἦν ὁ τάλας.οἱ δὲ τύχας μεγάλας καὶ χρήματα πολλὰ λαχόντες,οὗτοι τὸν θάνατον πτῶσιν ἔχουσι βίου.ἦ ῥά γε ποῦ τὸ φρύαγμα τὸ τηλίκον; οἱ δὲ περισσοὶπῆ ἔβαν ἐξαίφνης ἀγχίποροι κόλακες;νῦν γὰρ ἑκὰς πτόλιος φυγὰς ᾤχεο· τοῖς πρότερον δεοἰκτροῖς τὴν κατὰ σοῦ ψῆφον ἔδωκε Τύχη.πολλὴ σοί, κλυτοεργὲ Τύχη, χάρις, οὕνεχʼ ὁμοίωςπάντας ἀεὶ παίζεις, κεἰσέτι τερπόμεθα..πλοῦς σφαλερὸς τὸ ζῆν χειμαζόμενοι γὰρ ἐν αὐτῷπολλάκι ναυηγῶν πταίομεν οἰκτρότερα.τὴν δὲ Τύχην βιότοιο κυβερνήτειραν ἔχοντες,ὡς ἐπὶ τοῦ πελάγους, ἀμφίβολοι πλέομεν,οἱ μὲν ἐπʼ εὐπλοΐην, οἱ δʼ ἔμπαλιν ἀλλʼ ἅμα πάντεςεἰς ἕνα τὸν κατὰ γῆς ὅρμον ἀπερχόμεθα.εὖτέ τις ἐκ πενίης πλούτου τύχοι ἠδὲ καὶ ἀρχῆς,οὐκέτι γινώσκει, τίς πέλε τὸ πρότερον.τήν ποτε γὰρ φιλίην ἀπαναίνεται· ἀφρονέων δετέρψιν ὀλισθηρῆς οὐ δεδάηκε Τύχης.ἦς ποτε γὰρ πτωχὸς ταλαπείριος· οὐκ ἐθέλεις δέ,αἰτίζων ἀκόλους, νῦν ἑτέροις παρέχειν.πάντα, φίλος, μερόπεσσι παρέρχεται· εἰ δʼ ἀπιθήσεις,ἔμπαλιν αἰτίζων μάρτυρα σαυτὸν ἔχοις.μνήμη καὶ Λήθη, μέγα χαίρετον ἡ μὲν ἐπʼ ἔργοιςμνήμη τοῖς ἀγαθοῖς, ἡ δʼ, ἐπὶ λευγαλέοις.καλὸν μὲν στυγόδεμνον ἔχειν νόον εἰ δʼ ἄρʼ ἀνάγκη,ἀρσενικὴ φιλότης μὴ ποτέ σε κλονέοι.θηλυτέρας φιλέειν ὀλίγον κακόν, οὕνεκα κείναιςΚυπριδίους ὀάρους πότνα δέδωκε φύσις.δέρκεο τῶν ἀλόγων ζῴων γένος· ἦ γὰρ ἐκείνωνοὐδὲν ἀτιμάζει θέσμια συζυγίης·ἄρσενι γὰρ θήλεια συνάπτεται· οἱ δʼ ἀλεγεινοὶἄνδρες ἐς ἀλλήλους ξεῖνον ἄγουσι γάμον.τὸν θάνατον τί φοβεῖσθε, τὸν ἡσυχίης γενετῆρα,τὸν παύοντα νόσους καὶ πενίης ὀδύνας;μοῦνον ἅπαξ θνητοῖς παραγίνεται, οὐδέ ποτʼ αὐτὸνεἶδέν τις θνητῶν δεύτερον ἐρχόμενον