ἀλλʼ ἴτε θαρσαλέοι, πρυμνήσια λύετε, ναῦται,πίτνατε δὲ πτερύγων λεπταλέας στολίδας.ὦ ἴτʼ ἐπʼ ἐμπορίην πίσυνοι χαρίεντι Πριήπῳ,ὦ ἴτε δὴ λιμένων δαίμονι πειθόμενοι.τοῦδέ με κυμοπλῆγος ἐπὶ σκοπέλοιο Πρίηπονναῦται Θρηικίου θέντο πόρου φύλακα,πολλάκις οἷς ἤιξα ταχὺς καλέουσιν ἀρωγός,ξεῖνε, κατὰ πρύμνης ἡδὺν ἄγων Ζέφυρον.τοὔνεκεν οὔτʼ ἄκνισον, ὅπερ θέμις, οὔτʼ ἐπιδευῆεἴαρος ἀθρήσεις βωμὸν ἐμὸν στεφάνων,ἀλλʼ αἰεὶ θυόεντα καὶ ἔμπυρον· οὐδʼ ἑκατόμβητόσσον ὅσον τιμὴ δαίμοσιν ἁνδάνεται.βαιὸς ἰδεῖν ὁ Πρίηπος ἐπαιγιαλίτιδα ναίωχηλήν, αἰθυίας οὔποτε % ἀντιβίας,φοξός, ἄπους, οἷόν κεν ἐρημαίῃσιν ἐπʼ ἀκταῖςξέσσειαν μογερῶν υἱέες ἰχθυβόλων.ἀλλʼ ἤν τις γριπεύς με βοηθόον ἢ καλαμευτὴςφωνήσῃ, πνοιῆς ἵεμαι ὀξύτερος.λεύσσω καὶ τὰ θέοντα καθʼ ὕδατος· ἦ γὰρ ἀπʼ ἔργωνδαίμονες, οὐ μορφᾶς γνωστὸν ἔχουσι τύπον.τὸν βραχύν, ἰχθυβολῆες, ὑπὸ σχίνῳ με Πρίηπονστειλάμενοι κώπαις τὰν ὀλίγαν ἄκατον,ʽδ̔ίκτυʼ ἄγʼ ἁπλώσασθε,ʼ πολὺν δʼ ἁλινηχέα βῶκακαὶ σκάρον, οὐ θρίσσης νόσφιν, ἀρυσσάμενοι,γλαυκὸν ἐνιδρυνθέντα νάπῃ σημάντορα θήρηςτίετʼ, ἀπʼ οὐκ ὀλίγων βαιὸν ἀπαρχόμενοι.Πᾶνά με τόνδʼ ἱερῆς ἐπὶ λισσάδος, αἰγιαλίτηνΠᾶνα, τὸν εὐόρμων τῇδʼ ἔφορον λιμένων,οἱ γριπῆες ἔθεντο· μέλω δʼ ἐγὼ ἄλλοτε κύρτοις,ἄλλοτε δʼ αἰγιαλοῦ τοῦδε σαγηνοβόλοις.ἀλλὰ παράπλει, ξεῖνε· σέθεν δʼ ἐγὼ οὕνεκα ταύτηςεὐποιΐης πέμψω πρηΰν ὄπισθε νότον.εἴτε σὺ γʼ ὀρνεόφοιτον ὑπὲρ καλαμῖδα παλύναςἰξῷ ὀρειβατέεις, εἴτε λαγοκτονέεις,Πᾶνα κάλει. κυνὶ Πὰν λασίου ποδὸς ἴχνια φαίνει·σύνθεσιν ἀκλινέων Πὰν ἀνάγει καλάμων.τῇδʼ ὑπὸ τὰν ἄρκευθον ἴτʼ ἀμπαύοντες, ὁδῖται,γυῖα παρʼ Ἑρμείᾳ σμικρὸν ὁδοῦ φύλακι,μὴ φύρδαν, ὅσσοι δὲ βαρεῖ γόνυ κάμνετε μόχθῳκαὶ δίψᾳ, δολιχὰν οἶμον ἀνυσσάμενοι.