οὐδʼ ἀπὸ πέτρης,” φησὶν ὃ θʼ οἱ πολλοὶ κατʼ ἀνάγκηνπάσχομεν, ἢ πάντες, καὶ σὺ γυναικοκρατᾖ.εἰ δʼ, οὐ σανδαλίῳ, φὴς, “ τύπτομαι, οὐδʼ, ἀκολάστουοὔσης μοι γαμετῆς, χρή με μύσαντα φέρειν”δουλεύειν σε λέγω μετριώτερον, εἴ γε πέπρασαισώφρονι δεσποίνῃ μηδὲ λίαν χαλεπῇ.οὐδὲν σωφροσύνης τεκμήριόν ἐστι πρόδηλον·τοῖς ἐμπαιζομένοις ἀνδράσι ταῦτα λέγω.οὔτε τὸ δύσμορφον πάντως ἀνύποπτον ὑπάρχει,οὔτʼ ἀκολασταίνειν πᾶσα πέφυκε καλή,καὶ γάρ τις διὰ τὴν ὥραν τοῖς πολλὰ διδοῦσινοὐχ ἕπεται· πολλὰς δʼ ἔστι γυναῖκας ἰδεῖνοὐχὶ καλὰς τὴν ὄψιν, ὀπυιομένας ἀκορέστως,καὶ τοῖς χ;χρησαμένοις πολλὰ χαριζομένας.οὐκ εἴ τις συνάγει τὰς ὀφρύας, οὐδὲ γελῶσαφαίνεται, ὀφθῆναὶ τʼ ἀνδράσιν ἐκτρέπεται,σωφροσύνης τρόπος οὗτος ἐχέγγυος· ἀλλά τις εὕροιμαχλάδα; μὲν κρύβδην τὴν πάνυ σεμνοτάτην,τὰς δʼ ἱλαρὰς καὶ πᾶσι φιλανθρώπως προσιούσαςσώφρονας, εἰ σώφρων ἐστὶ γυνή τις ὅλως.ἡλικίᾳ τοίνυν τάδε κρίνεται; ἀλλʼ Ἀφροδίτηςοἴστρων εἰρήνην οὐδὲ τὸ γῆρας ἔχει.ὅρκοις λοιπὸν ἄγει τε πεποίθαμεν ἀλλὰ μεθʼ ὅρκονζητεῖν ἔστι θεοὺς δώδεκα και † νερεου.γαστέρα μισήσειε θεὸς καὶ βρώματα γαστρός·εἵνεκα γὰρ τούτων σωφροσύνα λύεται.γῆς ἐπέβην γυμνός, γυμνός θʼ ὑπὸ γαῖαν ἄπειμι·καὶ τί μάτην μοχθῶ, γυμνὸν ὁρῶν τὸ τέλος;Προσδοκίη θανάτου πολυώδυνός ἐστιν ἀνίη·τοῦτο δὲ κερδαίνει θνητὸς ἀπολλύμενος.μὴ τοίνυν κλαύσῃς τὸν ἀπερχόμενον βιότοιο·οὐδὲν γὰρ θανάτου δεύτερόν ἐστι πάθος.πλουτεῖς· καὶ τί τὸ λοιπόν; ἀπερχόμενος μετὰ σαυτοῦτὸν πλοῦτον σύρεις, εἰς σορὸν ἑλκόμενος;τὸν πλοῦτον συνάγεις δαπανῶν χρόνον οὐ δύνασαι δὲζωῆς σωρεῦσαι μέτρα περισσότερα.φεύγετε τοὺς πλουτοῦντας, ἀναιδέας, οἰκοτυράννους,μισοῦντας πενίην μητέρα σωφροσύνας.οὐ λόγον, οὐ νόμον οἶδε Τύχη, μερόπων δὲ τυραννεῖ,τοῖς ἰδίοις ἀλόγως ῥεύμασι συρομένη.