πῶς γὰρ ὁ μισθαρνεῖν εἰθισμένος οὐδὲν ἑταίραςσεμνότερον, δικάσαι μὴ ῥυπαρῶς δύναται;καὶ μύρμηκι χολὴν καὶ σέρφῳ φασὶν ἐνεῖναι·εἶτα χολὴν μὲν ἔχει ζῷα τὰ φαυλότατα,ἐκκεῖσθαι δʼ ἐμὲ πᾶσι χολὴν μὴ ἔχοντα κελεύεις,ὡς μηδὲ ψιλοῖς ῥήμασιν ἀνταδικεῖντοὺς ἔργοις ἀδικοῦντας; ἀποφράξαντα δεήσειλοιπὸν ὁλοσχοίνῳ τὸ στόμα, μηδὲ πνέειν.τὴν Κίρκην οὔ φημι, καθὼς εἴρηκεν Ὅμηρος,ἀντʼ ἀνδρῶν ποιεῖν ἢ σύας ἠὲ λύκουςτοὺς αὐτῇ προσιόντας· ἑταίρα δʼ οὖσα πανοῦργος,τοὺς δελεασθέντας πτωχοτάτους ἐποίει·τῶν δʼ ἀνθρωπείων ἀποσυλήσασα λογισμῶν,εἶτʼ ἀπὸ τῶν ἰδίων μηδὲν ἔχοντας ἔτιἔτρεφεν ἔνδον ἔχουσα δίκην ζῴων ἀλογίστων.ἔμφρων δʼ ὢν Ὀδυσεύς, τὴν νεότητα φυγών,οὐχ Ἑρμοῦ, φύσεως δʼ ἰδίας ἐμφύντα λογισμὸνεἶχε γοητείας φάρμακον ἀντίπαλον.ὁ φθόνος οἰκτιρμοῦ, κατὰ Πίνδαρον, ἐστιν ἀμείνωνοἱ βασκαινόμενοι λαμπρὸν ἔχουσι βίοντοὺς δὲ λίαν ἀτυχεῖς οἰκτείρομεν. ἀλλά τις εἴηνμήτʼ ἄγαν εὐδαίμων, μήτʼ ἐλεεινὸς ἐγώ.ἡ μεσότης γὰρ ἄριστον, ἐπεὶ τὰ μὲν ἄκρα πέφυκενκινδύνους ἐπάγειν, ἔσχατα δʼ ὕβριν ἔχει.εὖγε λέγων, τὸν Καιρὸν ἔφης θεόν, εὖγε, Μένανδρε,ὡς ἀνὴρ Μουσῶν καὶ Χαρίτων τρόφιμοςπολλάκι γὰρ τοῦ σφόδρα μεριμνηθέντος ἄμεινονπροσπεσὸν εὐκαίρως εὗρέ τι ταὐτόματον.εἰ τοὺς ἀνδροφόνους εὐδαίμονας ὄντας ὁρῶμεν,οὐ πάνυ θαυμάζω· τοῦ Διός ἐστι γέρας.τὸν γὰρ γεννήσαντα μεμισηκὼς καὶ ἐκεῖνοςκτεῖνεν ἄν, εἰ ὁ Κρόνος θνητὸς ἐτύγχανεν ὤν·ἀντὶ δὲ τοῦ κτεῖναι σὺν τοῖς Τιτῆσι κολάζει,δέσμιον, ὡς λῃστήν, εἰς τὸ βάραθρον ἐνείς.οὐ ποιεῖ θάνατον μόνον ἡ φθίσις· ἀλλὰ τὸν αὐτὸνκαὶ πολλὴ παχύτης πολλάκις εἰργάσατο.τοῦδʼ ὁ τυραννήσας Διονύσιος Ἡρακλείαςτῆς ἐν τῷ Πόντῳ μάρτυς, ὁ τοῦτο παθών.ἂν πάνυ κομπάζῃς προστάγμασι μὴ ὑπακούειντῆς γαμετῆς, ληρεῖς· “οὐ γὰρ ἀπὸ δρυὸς εἶ,