θησαυρὸς μέγας ἔστʼ ἀγαθὸς φίλος, Ἡλιόδωρετῷ καὶ τηρῆσαι τοῦτον ἐπισταμένῳ.μή ποτε, τὸν παρεόντα παρεὶς φίλον, ἄλλον ἐρεύνα,δειλῶν ἀνθρώπων ῥήμασι πειθόμενος.πλοῦτος ὁ τῆς ψυχῆς πλοῦτος μόνος ἐστὶν ἀληθής·τἆλλα δʼ ἔχει λύπην πλείονα τῶν κτεάνων.τόνδε πολυκτέανον καὶ πλούσιον ἐστι δίκαιονκλῄζειν, ὃς χρῆσθαι τοῖς ἀγαθοῖς δύναται.εἰ δέ τις ἐν ψήφοις κατατήκεται, ἄλλον ἐπʼ ἄλλῳσωρεύειν αἰεὶ πλοῦτον ἐπειγόμενος,οὗτος ὁποῖα μέλισσα πολυτρήτοις ἐνὶ σίμβλοιςμοχθήσει, ἑτέρων δρεπτομένων τὸ μέλι.ἀρρήτων ἐπέων γλώσσῃ σφραγὶς ἐπικείσθω·κρείσσων γὰρ μύθων ἢ κτεάνων φυλακή.ἓξ ὧραι μόχθοις ἱκανώταται αἱ δὲ μετʼ αὐτὰςγράμμασι δεικνύμεναι ζῆθι λέγουσι βροτοῖς.ἢν ὁ φίλος τι λάβῃ, δόμινε φράτερ εὐθὺς ἔγραψενἢν δʼ αὖ μή τι λάβῃ, τὸ φράτερ εἶπε μόνονὤνια γὰρ καὶ ταῦτα τὰ ῥήματα. αὐτὰρ ἔγωγεοὐκ ἐθέλω δόμινε, οὐ γὰρ ἔχω δόμεναι.ἂν μνήμην, ἄνθρωπε, λάβῃς, ὁ πατήρ σε τί ποιῶνἔσπειρεν, παύσῃ τῆς μεγαλοφροσύνης.ἀλλʼ ὁ Πλάτων σοὶ τῦφον ὀνειρώσσων ἐνέφυσεν,ἀθάνατόν σε λέγων καὶ φυτὸν οὐράνιον.ἐκ πηλοῦ γέγονας· τί φρονεῖς μέγα; τοῦτο μὲν οὕτωςεἶπʼ ἄν τις, κοσμῶν πλάσματι σεμνοτέρῳ.εἰ δὲ λόγον ζητεῖς τὸν ἀληθινόν, ἐξ ἀκολάστουλαγνείας γέγονας καὶ μιαρᾶς ῥανίδος.ἡ μεγάλη παίδευσις ἐν ἀνθρώποισι σιωπή·μάρτυρα Πυθαγόραν τὸν σοφὸν αὐτὸν ἔχω,ὅς, λαλέειν εἰδὼς, ἑτέρους ἐδίδασκε σιωπᾷν,φάρμακον ἡσυχίης ἐγκρατὲς εὑρόμενος.ἔσθιε, πῖνε, μύσας ἐπὶ πένθεσιν οὐ γὰρ ἔοικενγαστέρι πενθῆσαι νεκρόν Ὅμηρος ἔφη·καὶ γὰρ ὁμοῦ θάψασαν ὀλωλότα δώδεκα τέκνασίτου μνησαμένην τὴν Νιόβην παράγει.μήποτε δουλεύσασα γυνὴ δέσποινα γένοιτο,ἐστὶ παροιμιακόν. τῷδε δʼ ὅμοιον ἐρῶ·μήτε δίκην δικάσειεν ἀνὴρ γεγονὼς δικολέκτης,μηδʼ ὅταν Ἰσοκράτους ῥητορικώτερος ᾖ.