κἠμοὶ γὰρ Θρήικι διωκομένῳ ὑπʼ ἀήτῃὤρεξας πρηεῖʼ ἀσπασίῳ λιμένας.Φοῖβε, Κεφαλλήνων λιμενοσκόπε, θῖνα Πανόρμουναίων, τρηχείης ἀντιπέρην Ἰθάκης,δός με διʼ εὐπλώτοιο πρὸς Ἀσίδα κύματος ἐλθεῖν,Πείσωνος δολιχῇ νηὶ συνεσπόμενονκαὶ τὸν ἐμὸν βασιλῆα τὸν ἄλκιμον εὖ μὲν ἐκείνῳἵλαον, εὖ δʼ ὕμνοις ἄρτισον ἡμετέροις.ὡς τεθνηξόμενος τῶν σῶν ἀγαθῶν ἀπόλαυε,ὡς δὲ βιωσόμενος φείδεο σῶν κτεάνων.ἔστι δʼ ἀνὴρ σοφὸς οὗτος, ὃς ἄμφω ταῦτα νοήσαςφειδοῖ καὶ δαπάνῃ μέτρον ἐφηρμόσατο.ἀνθρώπους μὲν ἴσως λήσεις ἄτοπόν τι ποιήσας,οὐ λήσεις δὲ θεοὺς οὐδὲ λογιζόμενος.τοῖσι μὲν εὖ πράττουσιν πᾶς ὁ βίος βραχύς; ἐστιν,τοῖς δὲ κακῶς μία νὺξ ἄπλετός ἐστι χρόνος.οὐχ ὁ Ἔρως ἀδικεῖ μερόπων γένος, ἀλλʼ ἀκολάστοιςψυχαῖς ἀνθρώπων ἔσθʼ ὁ Ἔρως πρόφασις.ὠκεῖαι χάριτες γλυκερώτεραι· ἢν δὲ βραδύνῃ,πᾶσα χάρις κενεή, μηδὲ λέγοιτο χάρις.θνητὰ τὰ τῶν θνητῶν, καὶ πάντα παρέρχεται ἡμᾶςἢν δὲ μή, ἀλλʼ ἡμεῖς αὐτὰ παρερχόμεθα.πολλὰ μεταξὺ πέλει κύλικος, καὶ χείλεος ἄκρου,ἐσθλὰ λέγειν αἰεὶ πάντας, καλὸν αἰσχρὰ δέ, δεινόν,κἂν ὦσιν τούτων ἄξιοι ὧν λέγομεν.εἰ τὸ μέλειν δύναταί τι, μερίμνα καὶ μελέτω σοι·εἰ δὲ μέλει περὶ σοῦ δαίμονι, σοὶ τί μέλει;οὔτε μεριμνήσεις δίχα δαίμονος, οὔτʼ ἀμελήσεις·ἀλλʼ ἵνα σοί τι μέλῃ, δαίμονι τοῦτο μέλει.εὖ πράττων, φίλος εἶ θνητοῖς, φίλος εἶ μακάρεσσι,καί σευ ῥηιδίως ἔκλυον εὐξαμένου·ἢν πταίσῃς, οὐδεὶς ἔτι σοι φίλος, ἀλλʼ ἅμα πάνταἐχθρά, Τύχης ῥιπαῖς συμμεταβαλλόμενα.οὐδὲν ἐν ἀνθρώποισι Φύσις χαλεπώτερον εὗρενἀνθρώπου καθαρὰν ψευδομένου φιλίηνοὐ γὰρ ἔθʼ ὡς ἐχθρὸν προφυλασσόμεθʼ, ἀλλʼ ἀγαπῶντεςὡς φίλον, ἐν τούτῳ πλείονα βλαπτόμεθα.ἡ βραδύπους βουλὴ μέγʼ ἀμείνων ἡ δὲ ταχεῖααἰὲν ἐφελκομένη τὴν μετάνοιαν ἔχει.ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι.