Ἀρχέλεω, λιμενῖτα, σὺ μέν, μάκαρ, ἠπίῳ αὔρῃπέμπε κατὰ σταθερῆς οἰχομένην; ὀθόνηνἄχρις ἐπὶ Τρίτωνα· σὺ δʼ ἠόνος ἄκρα λελογχὼςτὴν ἐπὶ Πυθείου ῥύεο ναυστολίην·κεῖθεν δʼ, εἰ Φοίβῳ μεμελήμεθα πάντες ἀοιδοί,πλεύσομαι εὐαεῖ θαρσαλέως ζεφύρῳ.Γῶβρυ, Διώνυσός σε καὶ ἡ φιλεράστρια Κύπριςτέρποι, καὶ γλυκεραὶ γράμμασι Πιερίδες·ὧν μὲν γὰρ σοφίην ἀποδρέπτεο· τῆς δʼ ἐς ἔρωταςἔρχεο· τοῦ δὲ φίλας λαβροπότει κύλικας.ἡδὺ παρειάων πρῶτον θέρος ἤματι τούτῳκείρεο, καὶ γενύων ἠιθέους ἕλικας,Γάιε· σὸν δὲ πατὴρ χερὶ δέξεται εὐκτὸν ἴουλονΛεύκιος, αὐξομένου πουλὺν ἐς ἠέλιον.δωρεῦνται χρυσέοισιν, ἐγὼ δʼ ἱλαροῖς ἐλέγοισινοὐ γὰρ δὴ πλούτου Μοῦσα χερειοτέρη.ἤν τινα καλὸν ἴδῃς, εὐθὺς τὸ πρῆγμα κροτείσθω·βάζʼ ἃ φρονεῖς· ὄρχεων δράσσεο χερσὶν ὅλαις·ἢν δʼ εἴπῃς, τίω σε, καὶ ἔσσομαι οἷά τʼ ἀδελφός,αἰδώς σου κλείσει τὴν ἐπὶ τοὔργον ὁδόν.Κύπρι γαληναίη, φιλονύμφιε, Κύπρι δικαίωνσύμμαχε, Κύπρι Πόθων μῆτερ ἀελλοπόδων,Κύπρι, τὸν ἡμίσπαστον ἀπὸ κροκέων ἐμὲ παστῶν,τὸν χιόσι ψυχὴν Κελτίσι νιφόμενον,Κύπρι, τὸν ἡσύχιόν με, τὸν οὐδενὶ κοῦφα λαλεῦντα,τὸν σέο πορφυρέῳ κλυζόμενον πελάγει,Κύπρι φιλορμίστειρα, φιλόργιε, σῷζέ με, Κύπρι,Ναϊακοὺς ἤδη, δεσπότι, πρὸς λιμένας.μὴ πόδα γυμνὸν ἔρεσσε διʼ ὑλάεσσαν ἀταρπὸνΑἰγύπτου· χαροπῶν φεῦγε διὲξ ὀφίων,ἀγρεῦ δουνακόδιφα· τὸν ἐκ χέρσου δὲ φύλαξαιἰόν, ὁ τοξεύειν ὄρνιν ἐπειγόμενος.Νικήτης ὀλίγοις μὲν ἐπὶ προτόνοισιν, ἀήτηςοἷάτε, πρηείης ἄρχεται ἐκ μελέτης·ἀλλʼ ὅταν ἐμπνεύσῃ, κατὰ δʼ ἱστία πάντα φέρηται,λαίφεα πακτώσας, μέσσα θέει πελάγη,ναῦς ἅτε μυριόφορτος, ἕως ἐπὶ τέρματα μύθωνἔλθῃ ἀκυμάντους † ἔμπροσθεν εἰς λιμένας.φρὴν ἱερὴ μεγάλου Ἐνοσίχθονος, ἔσσο καὶ ἄλλοιςἠπίη, Αἰγαίην οἳ διέπουσιν ἅλα·