πνοιὴ γὰρ καὶ θῶκος ἐύσκιος. ἅ θʼ ὑπὸ πέτρᾳπῖδαξ εὐνήσει γυιοβαρῆ κάματονἔνδιον δὲ φυγόντες ὀπωρινοῦ κυνὸς ἄσθμα,ὡς θέμις, Ἑρμείην εἰνόδιον τίετε.ἦ καλὸν αἱ δάφναι, καλὸν δʼ ὑπὸ πυθμέσιν ὕδωρπιδύει, πυκινὸν δʼ ἄλσος ὑποσκιάειτηλεθάον, ζεφύροισιν ἐπίδρομον, ἄλκαρ ὁδίταιςδίψης καὶ καμάτου καὶ φλογὸς ἠελίου.εὔδια μὲν πόντος πορφύρεται· οὐ γὰρ ἀήτηςκύματα λευκαίνει φρικὶ χαρασσόμενα·οὐκέτι δὲ σπιλάδεσσι περικλασθεῖσα θάλασσαἔμπαλιν ἀντωπὸς πρὸς βάθος εἰσάγεται.οἱ ζέφυροι πνείουσιν, ἐπιτρύζει δὲ χελιδὼνκάρφεσι κολλητὸν πηξαμένη θάλαμον.θάρσει, ναυτιλίης ἐμπείραμε, κἂν παρὰ Σύρτιν,κἂν παρὰ Σικελικὴν ποντοπορῇς κροκάληνμοῦνον ἐνορμίταο παραὶ βωμοῖσι Πριήπουἢ σκάρον ἢ βῶκας φλέξον ἐρευθομένους.ἤδη μὲν ζεφύροισι μεμυκότα κόλπον ἀνοίγειεἴαρος εὐλείμων θελξινόοιο χάρις·ἄρτι δὲ δουρατέοισιν ἐπωλίσθησε κυλίνδροιςὁλκὰς ἀπʼ ἠιόνων ἐς βυθὸν ἑλκομένη.λαίφεα κυρτώσαντες ἀταρβέες ἔξιτε, ναῦται,πρηῢν ἀμοιβαίης φόρτον ἐς ἐμπορίης.πιστὸς νηυσὶ Πρίηπος, ἐπεὶ Θέτιν εὔχομαι εἶναιἡμετέρου πατρὸς ξεινοδόκον Βρομίου.ἤδη καλλιπέτηλον ἐπʼ εὐκάρποισι λοχείαιςλήιον ἐκ ῥοδέων ἀνθοφορεῖ καλύκωνἤδη ἐπʼ ἀκρεμόνεσσιν ἰσοζυγέων κυπαρίσσωνμουσομανὴς τέττιξ θέλγει ἀμαλλοδέτην·καὶ φιλόπαις ὑπὸ γεῖσα δόμους τεύξασα χελιδὼνἔκγονα πηλοχύτοις ξεινοδοκεῖ θαλάμοις.ὑπνώει δὲ θάλασσα, φιλοζεφύροιο γαλήνηςνηοφόροις νώτοις εὔδια πεπταμένης,οὐκ ἐπὶ πρυμναίοισι καταιγίζουσα κορύμβοις,οὐκ ἐπὶ ῥηγμίνων ἀφρὸν ἐρευγομένη.ναυτίλε, ποντομέδοντι καὶ ὁρμοδοτῆρι Πριήπῳτευθίδος ἢ τρίγλης ἀνθεμόεσσαν ἴτυν,ἢ σκάρον αὐδήεντα παραὶ βωμοῖσι πυρώσας,ἄτρομος Ἰονίου τέρμα θαλασσοπόρει.