ἀτραπὸς εἰς πενίην ἐστὶν ἑτοιμοτάτη.πᾶσα γυνὴ φιλέει πλέον ἀνέρος· αἰδομένη δὲκεύθει κέντρον ἔρωτος, ἐρωμανέουσα καὶ αὐτή.οὐχ οὕτω βλάπτει μισεῖν ὁ λέγων ἀναφανδόν,ὥσπερ ὁ τὴν καθαρὰν ψευδόμενος φιλίαν.τὸν μὲν γὰρ μισοῦντα προειδότες ἐκτρεπόμεσθα,τὸν δὲ λέγοντα φιλεῖν οὐ προφυλασσόμεθα.ἐχθρὸν ἐγὼ κρίνω κεῖνον βαρύν, ὅς ποτε λάθρῃτὴν ἀπὸ τῆς φιλίας πίστιν ἔχων ἀδικεῖ.πολλὰ τὸ δαιμόνιον δύναται, κἂν ᾖ παράδοξα·τοὺς μικροὺς ἀνάγει, τοὺς μεγάλους κατάγει·καὶ σοῦ τὴν ὀφρὺν καὶ τὸν τῦφον καταπαύσει,κἂν ποταμὸς χρυσοῦ νάματά σοι παρέχῃ.οὐ θρύον, οὐ μαλάχην ἄνεμός ποτε, τὰς δὲ μεγίσταςἢ δρύας ἢ πλατάνους οἶδε χαμαὶ κατάγειν.πῶς τις ἄνευ θανάτου σε φύγοι, βίε; μυρία γάρ σευλυγρά· καὶ οὔτε φυγεῖν εὐμαρὲς, οὔτε φέρειν.ἡδέα μὲν γάρ σου τὰ φύσει καλά, γαῖα, θάλασσα,ἄστρα, σεληναίης κύκλα καὶ ἠελίου·τἆλλα δὲ πάντα φόβοι τε καὶ ἄλγεα· κἤν τι πάθῃ τιςἐσθλόν, ἀμοιβαίην ἐκδέχεται νέμεσιν.πάντα γέλως, καὶ πάντα κόνις, καὶ πάντα τὸ μηδέν·πάντα γὰρ ἐξ ἀλόγων ἐστὶ τὰ γινόμενα.φροντίδες οἱ παῖδες· μέγα μὲν κακόν, εἴ τι πάθοιενεἰσὶ δὲ καὶ ζῶντες φροντίδες οὐκ ὀλίγαι.ἡ γαμετή, χρηστὴ μὲν ἔχει τινὰ τέρψιν ἐν αὐτῇ,ἡ δὲ κακὴ πικρὸν τὸν βίον ἀνδρὶ φέρει.πρᾶγμα μὲν ἐσθʼ ὁ φίλος πάνυ δύσκολον εἰσὶ δὲ πολλοί,καὶ σχεδὸν οἱ πάντες, μέχρι προσηγορίας.χρησαμένῳ θεράπων ὁ χρήσιμὸς ἐστʼ ἀγαθόν τι·αὐτάρκης δὲ κακὸν τῶνδʼ ὁ πονηρότερος.