καὶ σῦκον δραχμῆς ἓν γίνεται· ἢν δʼ ἀναμείνῃς,χίλια. τοῖς πτωχοῖς ὁ χρόνος ἐστὶ θεός.χαῖρε θεὰ δέσποινʼ, ἀνδρῶν ἀγαθῶν ἀγάπημα,Εὐτελίη, κλεινῆς ἔγγονε Σωφροσύνης·σὴν ἀρετὴν τιμῶσιν ὅσοι τὰ δίκαιʼ ἀσκοῦσιν.χαίρει τις Θεόδωρος, ἐπεὶ θάνον ἄλλος ἐπʼ αὐτῷχαιρήσει. θανάτῳ πάντες ὀφειλόμεθα.πολλοί τοι ναρθηκοφόροι, παῦροι δέ τε βάκχοι.θεοῦ μὲν οὐδεὶς ἐκτὸς εὐτυχεῖ βροτός.φεῦ τῶν βροτείων ὡς ἀνώμαλοι τύχαι·οἱ μὲν γὰρ εὖ πράσσουσι, τοῖς δὲ συμφοραὶσκληραὶ πάρεισιν εὐσεβοῦσι πρὸς θεούς.Ζεῦ βασιλεῦ, τὰ μὲν ἐσθλὰ καὶ εὐχομένοις καὶ ἀνεύκτοιςἄμμι δίδου· τὰ δὲ λυγρὰ καὶ εὐχομένων ἀπερύκοις.πᾶς λόγος ἐστὶ μάταιος ὁ μὴ τετελεσμένος ἔργῳκαὶ πᾶσα πρᾶξις τὸν λόγον ἀρχὸν ἔχοιοὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφεινμάλιστα μὲν λέοντα μὴ πόλει τρέφειν·ἢν δʼ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν.ὁ φθόνος αὐτὸς ἑαυτὸν ἑοῖς βελέεσσι δαμάζει.οἶνος καὶ τὰ λοετρὰ καὶ ἡ περὶ Κύπριν ἐρωὴὀξυτέρην πέμπει τὴν ὁδὸν εἰς ἀίδην.οὐκ ἐθέλω πλουτεῖν, οὐκ εὔχομαι· ἀλλά μοι εἴηζῆν ἐκ τῶν ὀλίγων μηδὲν ἔχοντα κακόν.ἦ κρίσις ἐστὶ κάτω καὶ Τάνταλος· οὐδὲν ἀπιστῶ,τῇ πενίῃ μελετῶν τὴν ὑπὸ γῆν κόλασιν.Ζῆσον λογισμῷ, καὶ μένεις ἀνενδεής.οὐκ ἔστι γήμας, ὅστις οὐ χειμάζεται,λέγουσι πάντες, καὶ γαμοῦσιν εἰδότες.γνήσιός εἰμι φίλος, καὶ τὸν φίλον ὡς φίλον οἶδα,τοὺς δὲ κακοὺς διόλου πάντας ἀποστρέφομαι·οὐδένα θωπεύω πρὸς ὑπόκρισιν· οὓς δʼ ἄρα τιμῶ,τούτους ἐξ ἀρχῆς μέχρι τέλους ἀγαπῶ.πῶς γενόμην; πόθεν εἰμί; τίνος χάριν ἦλθον; ἀπελθεῖν;πῶς δύναμαί τι μαθεῖν, μηδὲν ἐπιστάμενος;οὐδὲν ἐὼν γενόμην πάλιν ἔσσομαι ὡς πάρος ἦα·οὐδὲν καὶ μηδὲν τῶν μερόπων τὸ γένος.ἀλλʼ ἄγε μοι Βάκχοιο φιλήδονον ἔντυε νᾶμα·τοῦτο γάρ ἐστι κακῶν φάρμακον ἀντίδοτον.σώματα πολλὰ τρέφειν, καὶ δώματα πόλλʼ ἀνεγείρειν