ὀ πλόος ὡραῖος· καὶ γὰρ λαλαγεῦσα χελιδὼνἤδη μέμβλωκεν, χὠ χαρίεις Ζέφυρος·λειμῶνες δʼ ἀνθεῦσι, σεσίγηκεν δὲ θάλασσακύμασι καὶ τρηχεῖ πνεύματι βρασσομένη.ἀγκύρας ἀνέλοιο, καὶ ἐκλύσαιο γύαια,ναυτίλε, καὶ πλώοις πᾶσαν ἐφεὶς ὀθόνην.ταῦθʼ ὁ Πρίηπος ἐγὼν ἐπιτέλλομαι ὁ λιμενίτας,ὤνθρωφʼ, ὡς πλώοις πᾶσαν ἐπʼ ἐμπορίην.Ἀκμαῖος ῥοθίῃ νηὶ δρόμος, οὐδὲ θάλασσαπορφύρει τρομερῇ φρικὶ χαρασσομένη·ἤδη δὲ πλάσσει μὲν ὑπώροφα γυρὰ χελιδὼνοἰκία, λειμώνων δʼ ἁβρὰ γελᾷ πέταλα.τοὔνεκα μηρύσασθε διάβροχα, πείσματα ναῦται,ἕλκετε δʼ ἀγκύρας φωλάδας ἐκ λιμένων·λαίφεα δʼ εὐυφέα προτονίζετε. ταῦθʼ ὁ Πρίηποςὔμμιν ἐνορμίτας παῖς ἐνέπω Βρομίου.εἰς ἀίδην ἰθεῖα κατήλυσις, εἴτʼ ἀπʼ Ἀθηνῶνστείχοις, εἴτε νέκυς νίσεαι ἐκ Μερόης.μὴ σὲ γʼ ἀνιάτω πάτρης ἀποτῆλε θανόντα·πάντοθεν εἷς ὁ φέρων εἰς ἀίδην ἄνεμος.λῦσον ἀπʼ εὐόρμων δολιχὰ πρυμνήσια νηῶν,εὔτροχα δʼ ἐκπετάσας λαίφεα ποντοπόρει,ἔμπορεʼ χειμῶνες γὰρ ἀπέδραμον, ἄρτι δὲ κῦμαγλαυκὸν θηλύνει πρηΰγελως Ζέφυρος·ἤδη καὶ φιλότεκνος ὑπὸ τραυλοῖσι χελιδὼνχείλεσι καρφίτην πηλοδομεῖ θάλαμονἄνθεα δʼ ἀντέλλουσι κατὰ χθόνα· τῷ σὺ Πριήπῳπειθόμενος πάσης ἅπτεο ναυτιλίης.ἤδη πηλοδομεῦσι χελιδόνες, ἤδη ἀνʼ οἶδμακολποῦται μαλακὰς εἰς ὀθόνας ζέφυρος·ἤδη καὶ λειμῶνες ὑπὲρ πετάλων ἐχέαντοἄνθεα, καὶ τρηχὺς σῖγα μέμυκε πόρος.σχοίνους μηρύεσθε, ἐφʼ ὁλκάδα φορτίζεσθεἀγκύρας, καὶ πᾶν λαῖφος ἔφεσθε κάλοις.ταῦτʼ ὔμμιν πλώουσιν ἐπʼ ἐμπορίην ὁ Πρίηποςὁ λιμενορμίτης ναυτιλίην γράφομαι,ἤδη μὲν Ζεφύροιο ποητόκου ὑγρὸν ἄημαἠρέμα λειμῶνας πίτνει ἐπʼ ἀνθοκόμους·Κεκροπίδες δʼ ἠχεῦσι· γαληναίη δὲ θάλασσαμειδιάει, κρυερῶν ἄτρομος ἐξ ἀνέμων.