Ἴξαλος εὐπώγων αἰγὸς πόσις ἒν ποθʼ ἁλωῇοἴνης τοὺς ἁπαλοὺς πάντας ἔδαψε κλάδους.τῷ δʼ ἔπος ἐκ γαίης τόσον ἄπυε· “κεῖρε, κάκιστε,γναθμοῖς ἡμέτερον κλῆμα τὸ καρποφόρον·ῥίζα γάρ ἔμπεδος οὖσα πάλιν γλυκὺ νέκταρ ἀνήσει,ὅσσον ἐπισπεῖσαι σοί, τράγε, θυομένῳ.”Λητοῦς ὠδίνων ἱερὴ τροφέ, τὴν ἀσάλευτονΑἰγαίῳ Κρονίδης ὡρμίσατʼ ἐν πελάγει,οὒ νύ σε δειλαίην, μὰ τεούς, δέσποινα, βοήσω,δαίμονας, οὐδὲ λόγοις ἕψομαι Ἀντιπάτρου·ὀλβίζω δʼ, ὅτι Φοῖβον ἐδέξαο, καὶ μετʼ ὌλυμπονἌρτεμις οὐκ ἄλλην ἢ σὲ λέγει πατρίδα.ἡρώων ὀλίγαι μὲν ἐν ὄμμασιν, αἱ δʼ ἔτι λοιπαὶπατρίδες οὐ πολλῷ γʼ αἰπύτεραι πεδίωνοἵην καὶ σέ, τάλαινα, παρερχόμενός γε Μυκήνηνἔγνων, αἰπολίου παντὸς ἐρημοτέρην,αἰπολικὸν μήνυμα· γέρων δέ τις, ἡ πολύχρυσος,εἶπεν, Κυκλώπων τῇδʼ ἐπέκειτο πόλις.ἡ πρὶν ἐγὼ Περσῆος ἀκρόπτολις αἰθερίοιοἡ πικρὸν Ἰλιάδαις ἀστέρα θρεψαμένη,αἰπολίοισιν ἔναυλον ἐρημαίοισιν ἀνεῖμαι,τίσασα Πριάμου δαίμοσιν ὀψὲ δίκας.ἡ πολύχρυσος ἐγὼ τὸ πάλαι πόλις, ἡ τὸν Ἀτρειδῶνοἶκον ἀπʼ οὐρανίου δεξαμένη γενεῆς,ἡ Τροίην πέρσασα θεόκτιτον, ἡ βασίλειονἀσφαλὲς Ἑλλήνων οὖσά ποθʼ ἡμιθέων,μηλόβοτος κεῖμαι καὶ βούνομος ἔνθα Μυκήνη,τῶν ἐν ἐμοὶ μεγάλων τοὔνομʼ ἔχουσα μόνον.Ἴλιον ἆ Νεμέσει μεμελημένον, εἴ γε, Μυκήνηςμηκέθʼ ὁρωομένης, ἐσσί, καὶ ἐσσὶ πόλις.Ἄργος, Ὁμηρικὲ μῦθε, καὶ Ἑλλάδος ἱερὸν οὖδας,καὶ χρυσέη τὸ πάλαι Περσέος ἀκρόπολι,ἐσβέσαθʼ ἡρώων κείνων κλέος, οἵ ποτε Τροίηςἤρειψαν κατὰ γῆς θειόδομον στέφανον.ἀλλʼ ἡ μὲν κρείσσων ἐστὶν πόλις· αἱ δὲ πεσοῦσαιδείκνυσθʼ εὐμύκων αὔλια βουκολίων.ἐκλάσθην ἀνέμοισι πίτυς. τί με τεύχετε νῆα,ναυηγῶν ἀνέμων χερσόθι γευσαμέναν; ˘ὁλκάδα πῦρ μʼ ἔφλεξε, τόσην ἅλα μετρήσασαν,ἐν χθονί, τῇ πεύκας εἰς ἐμὲ κειραμένᾐ,