ἀρκεῖ τέττιγας μεθύσαι δρόσος· ἀλλὰ πιόντεςἀείδειν κύκνων εἰσὶ γεγωνότεροι.ὣς καὶ ἀοιδὸς ἀνήρ, ξενίων χάριν, ἀνταποδοῦναιὕμνους εὐέρκταις οἶδε, παθὼν ὀλίγα.τοὔνεκά σοι πρώτως μὲν ἀμείβομαι· ἢν δʼ ἐθέλωσινΜοῖραι, πολλάκι μοι κείσεαι ἐν σελίσιν.Ἀντίπατρος Πείσωνι γενέθλιον ὤπασε βίβλονμικρήν, ἐν δὲ μιῇ νυκτὶ πονησάμενος.ἵλαος ἀλλὰ δέχοιτο, καὶ αἰνήσειεν ἀοιδόν,Ζεὺς μέγας ὡς ὀλίγῳ πειθόμενος λιβάνῳ.Πούλυπον ἀγρεύσας ποτὲ Τύννιχος, ἐξ ἁλὸς εἰς γῆνἔρριψεν, δείσας θηρὸς ἱμαντοπέδην.ἀλλʼ ὃ γʼ ἐφʼ ὑπνώοντα πεσὼν συνέδησε λαγωόν,φεῦ, τάχα θηρευτὰς ἄρτι φυγόντα κύνας.ἀγρευθεὶς ἤγρευσεν· ὁ δʼ εἰς ἅλα Τύννιχος ἰχθὺνἧκε πάλιν ζωόν, λύτρα λαγωὸν ἔχων.Χειμερίαις νιφάδεσσι παλυνομένα τιθὰς ὄρνιςτέκνοις εὐναίας ἀμφέχεε πτέρυγας,μέσφα μιν οὐράνιον κρύος ὤλεσεν ἦ γὰρ ἔμεινεναἴθριος, οὐρανίων ἀντίπαλος νεφέων.Πρόκνη καὶ Μήδεια, κατʼ Ἄϊδος αἰδέσθητεμητέρες ὀρνίθων ἔργα διδασκόμεναι.Ἀντιγένης ὁ Γελῷος ἔπος ποτὲ τοῦτο θυγατρὶεἶπεν, ὅτʼ ἦν ἤδη νεύμενος εἰς Ἀίδην“ παρθένε καλλιπάρῃε, κόρη δʼ ἐμή, ἴσχε συνεργὸνἠλακάτην, ἀρκεῦν κτῆμα πένητι βίῳ·ἢν δʼ ἵκᾐ εἰς ὑμέναιον, Ἀχαιίδος ἤθεα μητρὸςχρηστὰ φύλασσε, πόσει προῖκα βεβαιοτάτην.”Ἀνδρομάχης ἔτι θρῆνον ἀκούομεν, εἰσέτι Τροίηνδερκόμεθʼ ἐκ βάθρων πᾶσαν ἐρειπομένην,καὶ μόθον Αἰάντειον, ὑπὸ στεφάνῃ τε πόληοςἔκδετον ἐξ ἵππων Ἕκτορα συρόμενον,Μαιονίδεω διὰ μοῦσαν, ὃν οὐ μία πατρὶς ἀοιδὸνκοσμεῖται, γαίης δʼ ἀμφοτέρης κλίματα.Οἰδίποδες δισσοί σε, καὶ Ἠλέκτρη βαρύμηνις,καὶ δείπνοις ἐλαθεὶς Ἀτρέος Ἠέλιος,ἄλλα τε πουλυπαθέσσι, Σοφόκλεες, ἀμφὶ τυράννοιςἄξια τῆς Βρομίου βύβλα χοροιτυπίης,ταγὸν ἐπὶ τραγικοῖο κατῄνεσσαν θιάσοιο,αὐτοῖς ἡρώων φθεγξάμενον στόμασι.