οἶκος καὶ πάτρη βιότου χάρις· αἱ δὲ περισσαὶφροντίδες ἀνθρώποις οὐ βίος, ἀλλὰ πόνος.Πούλυπος εἰναλίῃ ποτʼ ἐπὶ προβλῆτι τανυσθεὶςἠελίῳ ψύχειν πολλὸν ἀνῆκε πέδα·οὔπω δʼ ἦν πέτρῃ ἴκελος χρόα, τοὔνεκα καί μιναἰετὸς ἐκ νεφέων ὀξὺς ἔμαρψεν ἰδώνπλοχμοῖς δʼ εἰλιχθεὶς πέσεν εἰς ἅλα δύσμορος· ἦ ῥαἄμφω καὶ θήρης ἤμβροτε καὶ βιότου.πηρὸς ὁ μὲν γυίοις, ὁ δʼ ἄρʼ ὄμμασιν ἀμφότεροι δὲεἰς αὑτοὺς τὸ τύχης ἐνδεὲς ἠράνισαν.τυφλὸς γὰρ λιπόγυιον ἐπωμάδιον βάρος αἴρωνταῖς κείνου φωναῖς ἀτραπὸν ὠρθοβάτει·πάντα δὲ ταῦτʼ ἐδίδαξε πικρὴ πάντολμος ἀνάγκη,ἀλλήλοις μερίσαι τοὐλλιπὲς εἰς τέλεον.τυφλὸς ἀλητεύων χωλὸν πόδας ἠέρταζεν,ὄμμασιν ἀλλοτρίοις ἀντερανιζόμενος.ἄμφω δʼ ἡμιτελεῖς πρὸς ἑνὸς φύσιν ἡρμόσθησαντοὐλλιπὲς ἀλλήλοις ἀντιπαρασχόμενοι.ἀνέρα τις λιπόγυιον ὑπὲρ νώτοιο λιπαυγὴςἦρε, πόδας χρήσας, ὄμματα χρησάμενος.ἄμφω μὲν πηροὶ καὶ ἀλήμονες, ἀλλʼ ὁ μὲν ὄψεις,ὃς δὲ βάσεις· ἄλλου δʼ ἄλλος ὑπηρεσίη·τυφλὸς γὰρ χωλοῖο κατωμάδιον βάρος αἴρωνἀτραπὸν ὀθνείοις ὄμμασιν ἀκροβάτει.ἡ μία δʼ ἀμφοτέροις ἤρκει φύσις· ἐν γὰρ ἑκάστῳτοὐλλιπὲς ἀλλήλοις εἰς ὅλον ἠράνισαν.αἰγιαλοῦ τενάγεσσιν ὑποπλώοντα λαθραίῃεἰρεσίῃ Φαίδων εἴσιδε πουλυπόδηνμάρψας δʼ ὠκὺς ἔριψεν ἐπὶ χθόνα, πρὶν περὶ χεῖραςπλέξασθαι βρύγδην ὀκτατόνους ἕλικας·δισκευθεὶς δʼ ἐπὶ θάμνον ἐς οἰκία δειλὰ λαγωοῦ,εἰληδὸν ταχινοῦ πτωκὸς ἔδησε πόδας·εἷλε δʼ ἁλούς· σὺ δʼ ἄελπτον ἔχεις γέρας ἀμφοτέρωθενἄγρης χερσαίης, πρέσβυ, καὶ εἰναλίης,αὐτὸ τὸ πῦρ καύσειν διζήμενος, οὗτος, ὁ νύκτωρτὸν καλὸν ἱμείρων λύχνον ἀναφλογίσαι,δεῦρʼ ἀπʼ ἐμῆς ψυχῆς ἅψον σέλας· ἔνδοθι γάρ μουκαιόμενον πολλὴν ἐξανίησι φλόγα.τρισσαὶ μὲν Χάριτες, τρεῖς δὲ γλυκυπάρθενοι Ὧραι·τρεῖς δʼ ἐμὲ θηλυμανεῖς οἰστοβολοῦσι Πόθοι.