νῆα μὲν ὤλεσε πόντος, ἐμοὶ δʼ ἔπορεν πάλι δαίμωνπλαζομένῳ φύσεως νῆα ποθεινοτέρην·πατρὸς ἰδὼν γὰρ ἐγὼ δέμας εἰς ἐμὲ καίριον ἐλθόν,μουνερέτης ἐπέβην, φόρτος ὀφειλόμενος.ἤγαγεν εἰς λιμένας δὲ καὶ ἔσπειρεν δὶς ὁ πρέσβυς,νήπιον ἐν γαίῃ, δεύτερον ἐν πελάγει.Παμφάγος ἑρπηστὴς κατὰ δώματα λιχνοβόρος μῦς,ὄστρεον ἀθρήσας χείλεσι πεπταμένον,πώγωνος διεροῖο νόθην ὠδάξατο σάρκααὐτίκα δʼ ὀστρακόεις ἐπλατάγησε δόμος,ἁρμόσθη δʼ ὀδύναισιν ὁ δʼ ἐν κλείθροισιν ἀφύκτοιςληφθεὶς αὐτοφόνον τύμβον ἐπεσπάσατο.μηκέτι νῦν μινύριζε παρὰ δρυΐ, μηκέτι φώνεικλωνὸς ἐπʼ ἀκροτάτου, κόσσυφε, κεκλιμένος·ἐχθρόν σοι τόδε δένδρον ἐπείγεο δʼ, ἄμπελος ἔνθαἀντέλλει γλαυκῶν σύσκιος ἐκ πετάλωνκείνης ταρσὸν ἔρεισον ἐπὶ κλάδον;, ἀμφὶ τʼ ἐκείνῃμέλπε, λιγὺν προχέων ἐκ στομάτων κέλαδον.δρῦς γὰρ ἐπʼ ὀρνίθεσσι φέρει τὸν ἀνάρσιον ἰξόν,ἁ δὲ βότρυν στέργει δʼ ὑμνοπόλους Βρόμιος.μεμφομένη Βορέην ἐπεπωτώμην ὑπὲρ ἅλμης·πνεῖ γὰρ ἐμοὶ Θρῄκης ἤπιος οὐδʼ ἄνεμος.ἀλλά με τὴν μελίγηρυν ἀηδόνα δέξατο νώτοιςδελφίν, καὶ πτηνὴν πόντιος ἡνιόχει.πιστοτάτῳ δʼ ἐρέτῃ πορθμευομένη, τὸν ἄκωπονναύτην τῇ στομάτων θέλγον ἐγὼ κιθάρῃ.εἰρεσίην δελφῖνες ἀεὶ Μούσῃσιν ἄμισθονἤνυσαν οὐ ψεύστης μῦθος Ἀριόνιος.λιμὸν ὀιζυρὴν ἀπαμυνομένη πολύγηρωςΝικὼ σὺν κούραις ἠκρολόγει στάχυας·ὤλετο δʼ ἐκ θάλπους· τῇ δʼ ἐκ καλάμης συνέριθοινῆσαν πυρκαϊὴν ἄξυλον ἀσταχύων.μὴ νεμέσα, Δήμητερ, ἀπὸ χθονὸς εἰ βροτὸν οὖσανκοῦραι τοῖς γαίης σπέρμασιν ἠμφίεσαν.νηῶν ὠκυπόρων ὃς ἔχεις κράτος, ἵππιε δαῖμον,καὶ μέγαν Εὐβοίης ἀμφικρεμῆ σκόπελον,οὔριον εὐχομένοισι δίδου πλόον Ἄρεος ἄχριςἐς πόλιν, ἐκ Συρίης πείσματα λυσαμένοιςἙρμῆ Κωρυκίων ναίων πόλιν, ὦ ἄνα, χαίροις,Ἑρμῆ, καὶ λιτῇ προσγελάσαις ὁσίῃ.