τὸν Βρομίου Σάτυρον τεχνήσατο δαιδαλέη χείρ,μούνη θεσπεσίως πνεῦμα βαλοῦσα λίθῳ.εἰμὶ δὲ ταῖς Νύμφαισιν ὁμέψιος· ἀντὶ δὲ τοῦ πρὶνπορφυρέου μέθυος λαρὸν ὕδωρ προχέω.εὔκηλον δʼ ἴθυνε φέρων πόδα, μὴ τάχα κοῦρονκινήσῃς, ἁπαλῷ κώματι θελγόμενον.εἰμὶ μὲν εὐκεράοιο φίλος θεράπων Διονύσου,λείβω δʼ ἀργυρέων ὕδατα Ναϊάδωνθέλγω δʼ ἠρεμέοντα νέον περὶ κώματι παῖδα