εἰ δὲ τόσην τὸ λοετρὸν ἔχει χάριν, οὐδὲν ὀνήσειὁ φθόνος, εἰ Νύμφαι πᾶν ἀπέλειπον ὕδωρ.ξεῖνε, τί νῦν σπεύδεις ὁρόων ἀκεσώδυνον ὕδωρ;εὐφροσύνης τὸ λοετρὸν ἀπορρύπτει μελεδῶνας·μόχθον ἐλαφρίζει· τόδε γὰρ ποίησε Μιχαήλ,ὃς κρατερῆς βασιληίδος αὐλῆς ἡγεμονεύει.ἀντία Τηλεμάχοιο καὶ ἐγγύθι Πηνελοπείηςτίπτε, πολυφράδμων, πολυταρβέα χεῖρα τιταίνεις;οὐκ ἐρέει μνηστῆρσι τεόν ποτε νεῦμα τιθήνη.ἐν τῇ τραπέζῃ τῶν ἀχράντων θυμάτωνπάθη τυθέντων τῶν ὑπὲρ Χριστοῦ γράφω·οὕσπερ γὰρ αἰτῶ πρὸς σκέπην ἔχειν Πέτροςφρικτοῦ τέθεικα τοῖς σκεπάσμασιν τόπου.καὶ Πέτρος ἄλλος, τὸν τάφον τοῦ Κυρίουτὸν ζωοποιὸν εἰσιδεῖν μὴ συμφθάσας,ἔγλυψα δίσκον, μνήματος θείου τύπον,ἐν ᾧ τὸ Χριστοῦ σῶμα κύψας προσβλέπω.κρατὴρ νοητὸς Πνεύματος θείου βλύσεικατανύξεως ῥοῦν ἐγχέω ταῖς καρδίαις.τοῦτον Ἰουστινιανὸς ἀγακλέα δείματο χῶρονὕδατι καὶ γαίῃ κάλλος ἐπικρεμάσας.κοίρανοι, ὑμετέρην ἀρετὴν κάρτος τε καὶ ἔργααὐδήσει χρόνος αἰέν, ἕως πόλος ἀστέρας ἕλκῃ,ἀργύρεος πόλος οὗτος, ὅπῃ Φαέθοντα Σελήνηδέρκεται ἀντιτύπων πιπλαμένη φαέων·ἀπλανέες δʼ ἑκάτερθε καὶ ἀντιθέοντες ἀλῆταιἀνδρομέης γενεῆς πᾶσαν ἄγουσι τύχην.σιγάτω λάσιον Δρυάδων λέπας, οἳ τʼ ἀπὸ πέτραςκρουνοί, καὶ βληχὴ πουλυμιγὴς τοκάδων,αὐτὸς ἐπεὶ σύριγγι μελίζεται εὐκελάδῳ Πάν,ὑγρὸν ἱεὶς ζευκτῶν χεῖλος ὑπὲρ καλάμωναἱ δὲ πέριξ θαλεροῖσι χορὸν ποσὶν ἐστήσαντοὙδριάδες Νύμφαι, Νύμφαι Ἁμαδρυάδες.Εὔστοχα θηροβολεῖτε, κυναγέται, οἱ ποτὶ ταύτανΠανὸς ὀρειώτα νισσόμενοι σκοπιάν,αἴτε λίνοις βαίνοιτε πεποιθότες, αἴτε σιδάρῳ,αἴτε καὶ ἰξευταὶ λαθροβόλῳ δόνακι·κἀμέ τις ὑμείων ἐπιβωσάτω· οἶδά ποδάγρανκοσμεῖν, καὶ λόγχαν, καὶ λίνα, καὶ καλάμους.Πᾶνά με τὸν δυσέρωτα καὶ ἐξ ὑδάτων φύγεν Ἠχώ.