Ἰουλιανὸς ὕπαρχος, ὡς εὐεργέτην.εἰσόκε θούριος οὗτος ἐπὶ χθονὶ κέκλιται Ἄρης,οὔποτε Θρηικίης ἐπιβήσεται ἔθνεα Γότθων.κῆπος ἔην ὅδε χῶρος· ἀπὸ σκιερῶν δὲ πετήλωννυκτοφανὴς τελέθων ἔσκεπεν ἠέλιον.νῦν δὲ παναιγλήεντα καὶ εὔδιον εὗρε τελέσσαιΣέργιος αὐτόπτης μυστιπόλος Τριάδος,ἔνθα λίθος στατὸς οὗτος ἀειδίνητον ἀνάγκηνἑπτάκις ἀγγέλλει ἄντυγος οὐρανίης.μηχανικὴ Φαέθοντα βιάζεται ἁρμονικοῖσιγνώμοσιν ἀγρεύειν τὸν δρόμον ἠελίου·βαιὸς δʼ ἀμφιέπει λίθος ἄντυγας Ἠριγενείηςὡρονόμῳ σοφίῃ καὶ σκιόεντι τύπῳ.Σεργίου ἀρχιερῆος ἐπουρανίῃσιν ἐφετμαῖςτοῦτο συνειργάσθη ἔργον ἐπιχθονίων.Δείματο Μαξιμίνος νεοπηγέος ἔνδοθι Ῥώμης,αὐταῖς ἠιόνεσσι θεμείλια καρτερὰ πήξας,ἀγλαΐη δέ μοι ἀμφὶς ἀπειρεσίη τετάνυσται.τῇ καὶ τῇ καὶ ὄπισθεν ἔχω πτόλιν ἀλλὰ καὶ ἄντηνπάνθʼ ὁρόω γαίης Βιθυνηίδος ἀγλαὰ ἔργα.ἡμετέροις δʼ ὑπένερθεν ἐρισθενέεσσι θεμέθλοιςπόντος ἁλὸς προχοῇσι κυλίνδεται εἰς ἅλα δῖαν,τόσσον ἐπιψαύων, ὁπόσον χθονὸς ἄκρα διῆναι.πολλάκι δʼ ἐξ ἐμέθεν τις ἑὸν μέγα θυμὸν ἰάνθηβαιὸν ὑπερκύψας, ἐπεὶ εἴσιδεν ἄλλοθεν ἄλλα,δένδρεα, δώματα, νῆας, ἅλα, πτόλιν, ἠέρα, γαῖαν.Πίνδαρον ἱμερόεντα παρʼ ὕδασι Κῦρος ἐγείρει,οὕνεκα φορμίζων εἶπεν ἄριστον ὕδωρ.οὗτος Ἰουστῖνος Σοφίῃ σχεδὸν ἀμφότεροι δὲχρύσεον ἔργον ἔτευξαν ἀπʼ Ἀσσυρίοιο θριάμβου.φαιδρὸν Ἰουστινιανὸς ἄναξ ἐμὲ χῶρον ἐγείρει,ἠελίῳ παρέχων θάμβος ἀνερχομένῳ.οὔποτε γὰρ τοιοῦτον ἐπὶ χθονὸς ἔδρακε κάλλοςὑψόθεν οὐρανίην οἶμον ἐπερχόμενος.θεῖον Ἰουστῖνον, καθαρὸν φρουρήτορα θεσμῶν,Δομνῖνος καθαροῖς ἐν προθύροισι Δίκης.τῆς Σοφίης τόδʼ ἄγαλμα Δίκης προπάροιθε θυράωνοὐ γὰρ ἄνευθε δίκης ἔπρεπε τὴν σοφίην.νύμφαι Νηιάδες, μετανάστιοι, οὐχ ἅμα πάσαςεἴξειν ὠιόμην χεύμασιν ἡμετέροις·