κρηπῖδας βυθίας οἴδματι πηξαμένη·χαίρει δʼ ἀμφὶ σὲ πόντος, ἐπὶ ζεφύροιο πνοῇσινἀφρὸν ὑπὲρ νώτου κυάνεον γελάσας.εἵνεκα δʼ εὐσεβίης, νηοῦ θʼ ὃν ἐγείρατο σεῖοΠόστουμος, αὐχήσῃ μέζον, † αφλοισι Πάφου.Νικίεω πόνος οὗτος· ἀειζώουσα Νεκυίαἤσκημαι πάσης ἠρίον ἡλικίης·δώματα δʼ Αἰδωνῆος ἐρευνήσαντος Ὁμήρουγέγραμμαι κείνου πρῶτον ἀπʼ ἀρχετύπου.πόρτιν τήνδε Μύρωνος ἰδὼν, τάχα τοῦτο βοήσεις·ἢ φύσις ἄπνοός ἐστιν, ἢ ἔμπνοος ἔπλετο τέχνη.βουκόλε, πῇ προθέειν με βιάζεαι; ἴσχεο νύσσωνοὐ γάρ μοι τέχνη καὶ τόδʼ ὄπασσεν ἔχειν.ἢ χαλκὸν ζώωσε Μύρων σοφός, ἢ τάχα πόρτινχάλκωσε ζωὰν ἐξ ἀγέλας ἐρύσας.Πλάστα Μύρων, σέο πόρτιν ὁδοιπόρος ἦλθεν ἐλάσσωνχαλκοῦ δὲ ψαύσας, φὼρ κενὸς ἐξεφάνη·εἰσορόων με λέων χαίνει στόμα, χερσὶ δʼ ἀείρειγειοπόνος ζεύγλην, ἀγρονόμος κορύνην.τλῆθι, Μύρων τέχνη σε βιάζεται· ἄπνοον ἔργον.ἐκ φύσεως τέχνη· οὐ γὰρ φύσιν εὕρετο τέχνη.εὔνους μὲν βασιλεῖ Μουσήλιος· ἔργα βοῶσινδημόσια· σθεναρὴν πράγματα πίστιν ἔχει.Μουσεῖον Ῥώμῃ δʼ ἐχαρίσσατο, καὶ βασιλῆοςεἰκόνα θεσπεσίην ἐντὸς ἔγραψε δόμων,τιμὴν μουσοπόλοις, πόλεως χάριν, ἐλπίδα κούρων,ὅπλα δὲ τῆς ἀρετῆς, χρήματα τοῖς ἀγαθοῖς.ἐν τῷ αὐτῷταῦτα λόγοις ἀνέθηκεν ἑκὼν Μουσήλιος ἔργα,πιστεύων καθαρῶς ὡς Θεός ἐστι Λόγος.ἐν τῷ αὐτῷΜουσείου τὰ μὲν αὐτὸς ἐτεύξατο, πολλὰ δὲ σώσαςἑστῶτα σφαλερῶς, ἵδρυσεν ἀσφαλέως.μορφὴν τήνδʼ ὁράᾳς ζωῷ ἐναλίγκιον ἵππῳ,Μαρκιανὸν φορέοντι, βροτῶν βασιλῆα γενέθλης·δεξιτερὴν δʼ ἐτάνυσσε, θέοντα δὲ πῶλον ἐπείγειδυσμενέος καθύπερθεν, ὅτις κεφαλῇ μιν ἀείρει.Αὐσονίων δέσποιναν Ἰουλιανὸς πολιοῦχοςὡς σοφίης μεστὴν ἄνθετο τὴν Σοφίην.Ἰουστίνον κατὰ χρέος τὸν δεσπότην