ὕδασι δʼ ἠελίοιο ταλαντεύουσι κελεύθους,ἐς πόλον ἐκ γαίης μῆτιν ἐρεισάμενοι.ἀνδράσιν Ἑρμῆς εἰμι, γυναιξὶ δὲ Κύπρις ὁρῶμαιἀμφοτέρων δὲ φέρω σύμβολά μοι τοκέων.τοὔνεκεν οὐκ ἀλόγως με τὸν Ἑρμαφρόδιτον ἔθεντοἀνδρογύνοις λουτροῖς παῖδα τὸν ἀμφίβολον.μὴ νεμέσα βαιοῖσι χάρις βαιοῖσιν ὀπηδεῖ·βαιὸς καὶ Παφίης ἔπλετο κοῦρος Ἔρως.Μηνᾶς χρύσεον ἔργον ἐδείματο πᾶσιν ὁδίταις,κυδαίνων πτολίεθρον ἐριχρύσων βασιλήων.τόνδε καθιδρύσαντο θεῷ περικαλλέα βωμόν,λευκῆς καὶ Πτελεοῦ μέσσον ὅρον θέμενοιἐνναέται, χώρης σημήιον ἀμμορίης δὲαὐτὸς ἄναξ μακάρων ἐστὶ μέσος Κρονίδης.ὁ πρὶν ἀλωόμενος καὶ ἀνέστιον ἴχνος ἐλαύνων,εἴτʼ ἀφʼ ὁδοιπορίης, εἴτʼ ἀπὸ ναυτιλίης,ἐνθάδε νῦν προσιὼν στῆσον, ξένε, σὸν πόδα δεῦρο,ναιετάειν ἐθέλων, οἶκον ἕτοιμον ἔχων.εἰ δέ με καὶ τίς ἔτευξεν ἀνακρινέοις, πολιῆταΕὐλόγιος, Φαρίης ἀρχιερεὺς ἀγαθός.ὄλβιον ἀνθρώποισιν ἔχει φάος ἄμβροτος αἰὼνσῇσιν ὑπʼ ἐννεσίῃσ’, εὐγενέτειρα Τύχη.νεύματι γὰρ σῷ πάντα φέρει κλέος ᾧ ποτε χειρὶδεξιτερῇ παρέχῃς αὐχένα θεσπέσιον.τούτῳ καὶ βασιλῆες ἀμύμονες ἁρμόζονται,καὶ λογίων ἀγέλης ἄμβροτοι ἡγεμόνες·καὶ νῆες λιμένεσσι σαώτερον ἀμπαύονταισὴν διʼ ἀρηγοσύνην σῳζόμεναι πελάγει·καὶ πόλιες χαίρουσιν ἀκύμονες, ἠδέ τε λαοί,καὶ θαλερῶν πεδίων λείμακες ἀμβρόσιοι.τοὔνεκα σὸν θεράποντα πρὸς ὄλβιον ἀθρήσασατέκτονά με σκοπίαζε σοφῶν κοσμήτορα μύθων,ἰθύνοντα τέχνην εὐεπίης κανόνι.τίς ποκʼ ἀπʼ Οὐλύμποιο μετάγαγε παρθενεῶνα,τὸν πάρος οὐρανίοις ἐμβεβαῶτα δόμοις,ἐς πόλιν Ἀνδρόκλοιο, θοῶν βασίλειαν Ἰώνων,τὰν δορὶ καὶ Μούσαις αἰπυτάταν Ἔφεσον;ἦ ῥα σὺ φιλαμένα, Τιτυοκτόνε, μέζον Ὀλύμπουτὰν τροφόν, ἐν ταύτᾳ τὸν σὸν ἔθευ θάλαμον.μητρὶ περιστεφέος σηκοῦ, Κυθέρεια, θαλάσσῃ