οἰνοχόῳ φίλον εἰμὶ μόνῳ δέπας, οὕνεκεν αὐτῷΒάκχον ἀολλίζω τὸν περιλειπόμενον.χαλκοτύπος τὸν Ἔρωτα μεταλλάξας ἐπόησετήγανον, οὐκ ἀλόγως, ὅττι καὶ αὐτὸ φλέγει.ἁ βάκχα Παρία μέν, ἐνεψύχωσε δʼ ὁ γλύπταςτὸν λίθον ἀνθρῴσκει δʼ ὡς βρομιαζομένα.ὦ Σκόπα, ἁ θεοποιὸς ἄπιστον ἐμήσατο τέχναθαῦμα, χιμαιροφόνον θυιάδα μαινομέναν.ἡ βάκχη Κρονίδην Σάτυρον θέτο· εἰς δὲ χορείανθρῴσκει μαινομένων ὡς βρομιαζόμενος,Ζεύξιδος ἡ χροιή τε καὶ ἡ χάρις· ἐν δέ με μικρῇκρυστάλλῳ τὸ καλὸν δαίδαλον Ἀρσινόῃγράψας τοῦτʼ ἔπορεν Σατυρήϊος. εἰμὶ δʼ ἀνάσσηςεἰκὼν, καὶ μεγάλης λείπομαι οὐδʼ ὀλίγον.ἴδʼ ὡς ὁ πῶλος χαλκοδαιδάλῳ τέχνᾳκορωνιῶν ἕστηκε· δριμὺ γὰρ βλέπωνὑψαυχενίζει, καὶ διηνεμωμέναςκορυφῆς ἐθείρας οὐρίωκεν ἐς δρόμον.δοκέω, χαλινοὺς εἴ τις ἡνιοστρόφοςἐναρμόσῃ γένυσσι κἀπικεντρίσᾐ,ὁ σὸς πόνος, Λύσιππε, καὶ παρʼ ἐλπίδαςτάχʼ ἐκδραμεῖται· τᾷ τέχνᾳ γὰρ ἐμπνέει·γαῖαν τὴν φερέκαρπον ὅσην ἔζωσε περίχθωνὠκεανὸς μεγάλῳ Καίσαρι πειθομένην,καὶ γλαυκήν με θάλασσαν ἀπηκριβώσατο Καρπὼκερκίσιν ἱστοπόνοις πάντʼ ἀπομαξαμένη·Καίσαρι δʼ † ακείνου χάρις ἤλθομεν ἦν γὰρ ἀνάσσηςδῶρα φέρειν τὰ θεοῖς καὶ πρὶν ὀφειλόμενα.δῶρον Ἰουστίνοιο τυραννοφόνου βασιλῆοςκαὶ Σοφίης ἀλόχου, φέγγος ἐλευθερίης,ὡράων σκοπίαζε σοφὸν σημάντορα χαλκὸναὐτῆς ἐκ μονάδος μέχρι δυωδεκάδος,ὅντινα συληθέντα Δίκης θρόνον ἡνιοχεύωνεὗρεν Ἰουλιανὸς χερσὶν ἀδωροδόκοις.ὠρανὸν ἁ χωροῖσα σοφὰ λίθος, ἁ διὰ τυτθοῦγνώμονος ἀελίῳ παντὶ μερισδομένα.ἢν κλείσῃς μʼ, ἀνέῳγα· καὶ ἢν οἴξῃς μʼ ἐπικλείσεις.˘τοῖος ἐὼν τηρεῖν σὸν δόμον οὐ δύναμαι.ἐνθάδε μιστύλλουσι δρόμον Φαεθοντίδος αἴγληςἀνέρες ὡράων ἀμφὶ δυωδεκάδι·