“ ἄρσεν πῦρ ἔτεκεν Τροία Διί· τοιγὰρ ἐγὼ πῦρπέμψω ἐπὶ Τροίᾳ, πῆμα φέροντα Πάριν·ἥξει δʼ Ἰλιάδαις οὐκ ἀετός, ἀλλʼ ἐπὶ θοίνανγῦπες, ὅταν Δαναοὶ σκῦλα φέρωσι πόνων.”μὴ μέμψῃ μʼ ἀπέπειρον ἀεὶ θάλλουσαν ὀπώρηνἀχράδα, τὴν καρποῖς πάντοτε βριθομένην.ὁππόσα γὰρ κλαδεῶσι πεπαίνομεν, ἄλλος ἐφέλκει·ὁππόσα δʼ ὠμὰ μένει, μητρὶ περικρέμαται.Αὐτοθελὴς καρποὺς ἀποτέμνομαι, ἀλλὰ πεπείρους·πάντοτε μὴ σκληροῖς τύπτε με χερμαδίοις.μηνίσει καὶ Βάκχος ἐνυβρίζοντι τὰ κείνουἔργα· Λυκούργειος μὴ λαθέτω σε τύχη.μάντιες ἀστερόεσσαν ὅσοι ζητεῖτε κέλευθον,ἔρροιτʼ, εἰκαίης ψευδολόγοι σοφίης.ὑμέας ἀφροσύνη μαιώσατο, Τόλμα δʼ ἔτικτεν,τλήμονας, οὐδʼ ἰδίην εἰδότας ἀκλεΐην.μὴ εἴπῃς θάνατον βιοτῆς ὅρον εἰσὶ καμοῦσιν,ὡς ζωοῖς, ἀρχαὶ συμφορέων ἕτεραι.ἄθρει Νικίεω Κῴου μόρον ἤδη ἔκειτοεἰν ἀίδῃ, νεκρὸς δʼ ἦλθεν ὑπʼ ἠέλιονἀστοὶ γὰρ τύμβοιο μετοχλίσσαντες ὀχῆας,εἴρυσαν ἐς ποινὰς τλήμονα δυσθανέα.%2Μηδʼ ὅτʼ ἐπʼ ἀγκύρης, ὀλοῇ πίστευε θαλάσσῃ,ναυτίλε, μηδʼ εἴ τοι πείσματα χέρσος ἔχοι.καὶ γὰρ Ἴων ὅρμῳ ἔνι κάππεσεν ἐς δὲ κόλυμβονναύτου τὰς ταχινὰς οἶνος ἔδησε χέρας.φεῦγε χοροιτυπίην ἐπινήιον ἐχθρὸς Ἰάκχῳπόντος· Τυρσηνοὶ τοῦτον ἔθεντο νόμον.νηὸς ἐπειγομένης ὠκὺν δρόμον ἀμφεχόρευονδελφῖνες, πελάγους ἰχθυφάγοι σκύλακες.καπροφόνος δὲ κύων θηρσὶν κείνους ἰκελώσαςδύσμορος, ὡς ἐπὶ γῆν εἰς βυθὸν ἐξέθορεν.ὤλετο δʼ ἀλλοτρίης θήρης χάριν· οὐ γὰρ ἐλαφρὸςπάντων ἐστὶ κυνῶν ὁ δρόμος ἐν πελάγει.νηὸς ἁλιστρέπτου πλαγκτὸν κύτος εἶδεν ἐπʼ ἀκτῆςμηλοβότης, βλοσυροῖς κύμασι συρόμενον,χεῖρα δʼ ἐπέρριψεν· τὸ δʼ ἐπεσπάσατʼ ἐς βυθὸν ἅλμηςτὸν σῴζονθʼ οὕτως πᾶσιν ἀπηχθάνετο·ναυηγὸν δʼ ὁ νομεὺς ἔσχεν μόρον. ὢ διʼ ἐκείνηνκαὶ δρυμοὶ χῆροι πορθμίδα καὶ λιμένες.