ἀλλὰ βροτοὺς ἐθέλοντας· ἀλεξήτειρα δὲ τέχνηἀνέρα μυιάων κέντρον ἀλευόμενονἐκ θαλίης ἀβρῶτα μεσημβριάοντα φυλάσσει,οὐδὲν ἀφαυροτέρη τείχεος ἀστυόχου.ὕπνου δʼ ἀστυφέλικτον ἄγω χάριν ἀλλὰ καὶ αὐτοὺςδμῶας μυιοσόβου ῥύομαι ἀτμενίης.Καλλιγάμοις λέκτροις περικίδναμαι· εἰμὶ δὲ κεδνῆςδίκτυον οὐ Φοίβης, ἀλλʼ ἁπαλῆς Παφίης.ἀνέρα δʼ ὑπνώοντα μίτῳ πολύσπι καλύπτω,ζῳοφόρων ἀνέμων οὐδὲν ἀτεμβόμενον.πλέγμασι μὲν σκοπός ἐστι περισφίγξαι πετεηνῶνἔθνεα καὶ ταχινοὺς ἔνδοθεν ὀρταλίχους·αὐτὰρ ἐγὼ σεύειν ἐπιτέρπομαι, οὐδὲ καλύπτωἔνδοθεν, ἀλλʼ εἴργω μᾶλλον ἐπειγομένους.οὐδέ μέ τις λήσειε, καὶ εἰ βραχὺς ἔπλετο, κώνωψἡμετέρης διαδὺς πλέγμα λινοστασίης.ὄρνεά που σῴζω· μερόπεσσι δὲ λέκτρα φυλάσσω.ἦ ῥά τις ἡμείων ἐστὶ δικαιότερος;ἑζόμενος μὲν τῇδε παρʼ εὐλάιγγι τραπέζῃπαίγνια κινήσεις τερπνὰ βολοκτυπίης.μήτε δὲ νικήσας μεγαλίζεο, μήτε ἀπολειφθεὶςἄχνυσο, τὴν ὀλίγην μεμφόμενος βολίδα.καὶ γὰρ ἐπὶ σμικροῖσι νόος διαφαίνεται ἀνδρός,καὶ κύβος ἀγγέλλει βένθος ἐχεφροσύνης.παίγνια μὲν τάδε πάντα· τύχης δʼ ἑτερότροπος ὁρμὴταῖς ἀλόγοις ταύταις ἐμφέρεται βολίσινκαὶ βροτέου βιότου σφαλερὸν μίμημα νοήσεις,νῦν μὲν ὑπερβάλλων, νῦν δʼ ἀπολειπόμενος.αἰνέομεν δὴ κεῖνον, ὃς ἐν βιότῳ τε κύβῳ τεχάρματι καὶ λύπῃ μέτρον ἐφηρμόσατο.τοῖς μὲν πρηϋνόοις τάδε παίγνια, τοῖς δʼ ἀκολάστοιςλύσσα καὶ ἀμπλακίη καὶ πόνος αὐτόματος.ἀλλὰ σὺ μὴ λέξῃς τι θεημάχον ὕστατος ἕρπων,μηδʼ ἀναροιβδήσῃς ῥινοβόλῳ πατάγῳ.δεῖ γὰρ μήτε πονεῖν ἐν ἀθύρμασι, μήτε τι παίζεινἐν σπουδῇ· καιρῷ δʼ ἴσθι νέμειν τὸ πρέπον.χεῖλος Ἀνικήτεια τὸ χρύσεον εἰς ἐμὲ τέγγει·ἀλλὰ παρασχοίμην καὶ πόμα νυμφίδιον.ὄντως Βάκχον ἔδεκτο Θέτις· νῦν μῦθος Ὁμήρουὀψὲ μέν, ἀλλʼ εὗρεν πίστιν ἐτητυμίης.