αἴθεσθαι κραδίην μὴ πυρὶ πῦρ ἔπαγε.τὰς βοῦς καὶ τὸν ἴασπιν ἰδὼν περὶ χειρὶ δοκήσειςτὰς μὲν ἀναπνείειν, τὸν δὲ χλοηκομέειν.ἁ σφραγὶς ὑάκινθος· Ἀπόλλων δʼ ἐστὶν ἐν αὐτῇκαὶ Δάφνη· ποτέρου μᾶλλον ὁ Λητοΐδας;εἰμὶ Μέθη τὸ γλύμμα σοφῆς χερός, ἐν δʼ ἀμεθύστῳγέγλυμμαι· τέχνης δʼ ἡ λίθος ἀλλοτρίη.ἀλλὰ Κλεοπάτρης ἱερὸν κτέαρ· ἐν γὰρ ἀνάσσηςχειρὶ θεὸν νήφειν καὶ μεθύουσαν ἔδει.Χιονέη κρύσταλλος ὑπʼ ἀνέρος ἀσκηθεῖσαδεῖξεν ἀκηρασίοιο παναίολον εἰκόνα κόσμου,οὐρανὸν ἀγκὰς ἔχοντα βαρύκτυπον ἔνδοθι πόντον.εἴπʼ ἄγε μοι, κρύσταλλε, λίθῳ πεπυκασμένον ὕδωρ,τίς πῆξεν; Βορέης. ἢ τίς ἔλυσε; νότος,εἰ μὴ χαλκὸς ἔλαμπεν, ἐμάνυε δʼ ἔργον ἄνακτοςἔμμεναι Ἡφαίστου δαιδαλέοιο τέχνας,αὐτὴν ἄν τις Σκύλλαν ὀίσσατο τηλόθι λεύσσωνἑστάμεν, ἐκ πόντου γαῖαν ἀμειψαμέναντόσσον ἐπισσείει, τόσσον κότον ἀντία φαίνει,οἷον ἀπὸ πελάγευς συγκλονέουσα νέας.τέχνας εἵνεκα σεῖο καὶ ἁ λίθος οἶδε βρυάζειν,Πραξίτελες· λῦσον, καὶ πάλι κωμάσομαι.νῦν δʼ ἡμῖν οὐ γῆρας ἔτʼ ἀδρανές, ἀλλʼ ὁ πεδητὰςΣειληνοῖς κώμων βάσκανός ἐστι λίθος.Ἰφίων τόδʼ ἔγραψε Κορίνθιος. οὐκ ἔνι· μῶμοςχερσίν, ἐπεὶ δόξας ἔργα πολὺ προφέρει.Κίμων ἔγραψε τὴν θύραν τὴν δεξιάν·τὴν δʼ ἐξιόντων δεξιὰν Διονύσιος.εἷς λίθος, ἅρμʼ, ἐλατήρ, ἵπποι, ζυγόν, ἡνία, μάστιξ.εἷς λίθος, ἅρμʼ, ἐλατήρ, πῶλοι, ζυγός, ἡνία, Νίκη,μικροῦ κατέσχον τὸν βότρυν τοῖς δακτύλοις,ὑπεραπατηθεὶς τῇ θέᾳ τῶν χρωμάτων.Ἥφαιστός μʼ ἐτέλεσσε καμὼν χρόνον ἀλλὰ Κυθείρηἀνδρὸς ἑοῦ θαλάμων εἵλετο λαθριδίως,Ἀγχίσῃ δʼ ἔπορεν κρυφίης μνημήιον εὐνῆς·καὶ μʼ Ἀσκληπιάδης εὗρε παρʼ Αἰνεάδαις.ἢν μὲν ἀλιτραίνῃς, πέλεκυν βλεφάροισι δοκεύεις·ἢν δὲ σαοφρονέῃς, ἄργυρός εἰμι μόνον.οὐ βριαρόν τινα θῆρα, καὶ οὔ τινα πόντιον ἰχθύν,οὐ πτερὸν ἀγρεύω πλέγμασιν ἡμετέροις,