πλευραῖς χαλκοχύτοις ἀντιτύποιο βοός.οὐ νέμεσις δὲ μύωπι· τί γὰρ τόσον; εἴ γε καὶ αὐτοὺςὀφθαλμοὺς νομέων ἠπερόπευσε Μύρων.ἡ βάσις ἡ κατέχουσα τὸ βοίδιον, ᾗ πεπέδηται·ἢν δʼ ἀφεθῇ ταύτης, φεύξεται εἰς ἀγέλην.μυκᾶται γὰρ ὁ χαλκός· ἴδʼ ὡς ἔμπνουν ὁ τεχνίταςθήκατο· κἂν ζεύξῃς ἄλλον, ἴσως ἀρόσει.χάλκεος ἦς, ἐπὶ σοὶ δὲ γεωτόμος εἷλκεν ἄροτρονκαὶ ζυγόδεσμα φέρων, ψευδομένα δάμαλι.ἀλλὰ Μύρων τέχνᾳ πανυπείροχος, ὅς σε διʼ ἔργωνἔμπνουν, ὥς τινα βοῦν ἐργάτιν εἰργάσατο.ἄπαιρέ μου τένοντος, ὦ γεωπόνε,λέπαδνα, καὶ σίδαρον αὐλακεργάταν·χαλκὸν γὰρ ἁμῶν οὐκ ἐσάρκωσεν Μύρων,τέχνα δὲ ζωπόνησεν ὄψιν ἔμπνοον,ὡς πολλάκις με κἀπομυκᾶσθαι θέλειν·εἰς ἔργα δʼ οὐκ εἴασε, προσδήσας βάσει.Θεσσαλαὶ αἱ βόες αἵδε· παρὰ προθύροισι δʼ Ἀθάναςἑστᾶσιν, καλὸν δῶρον, Ἰτωνιάδος·πᾶσαι χάλκειαι, δυοκαίδεκα, Φράδμονος ἔργον,καὶ πᾶσαι γυμνῶν σκῦλον ἀπʼ Ἰλλυριῶν.ᾨγινόμοι Σώσων καὶ Σίμαλος, οἱ πολύαιγοι,οἷα βαθυσχίνων, ᾦ ξένε, % παρολκίδανἙρμᾷ τυρευτῆρι καὶ εὔγλαγι τὸν χιμάραρχονχάλκεον εὐπώγωνʼ ὧδʼ ἀνέθεντο τράγον.Θάεο τὸν Βρομίου κεραὸν τράγον, ὡς ἀγερώχωςὄμμα κατὰ λασιᾶν γαῦρον ἔχει γενύων,κυδιόων ὅτι οἱ θάμʼ ἐν οὔρεσιν ἀμφὶ παρῇδαβόστρυχον εἰς ῥοδέαν Ναῒς ἔδεκτο χέρα.ἑπτὰ βοῶν σφραγῖδα βραχὺς λίθος εἶχεν ἴασπις,ὡς μίαν, ὡς πάσας ἔμπνοα δερκομένας.καὶ τάχα κἂν † ἀπέρεψε τὰ βοίδια· νῦν δὲ κέκλειταιτῇ χρυσῇ μάνδρᾳ τὸ βραχὺ βουκόλιον.εἰκόνα πέντε βοῶν μικρὰ λίθος εἶχεν ἴασπις,ὡς ἤδη πάσας ἔμπνοα βοσκομένας.καὶ τάχα κἂν ἀπέφευγε τὰ βοίδια· νῦν δὲ κρατεῖταιτῇ χρυσῇ μάνδρῃ τὸ βραχὺ βουκόλιον.ἡ λίθος ἔστʼ ἀμέθυστος, ἐγὼ δʼ ὁ πότης Διόνυσος·ἢ νήφειν πείσῃ μʼ, ἢ μαθέτω μεθύειν.ἐν κυάθῳ τὸν Ἔρωτα τίνος χάριν; ἀρκετὸν οἴνῳ