ἡ βοῦς ἐξ ἀρότου νέον ἤλυθε, καὶ διὰ τοῦτοὀκνεῖ, κοὐκ ἐθέλει βῆμʼ ἐπίπροσθεν ἄγειν.τὰν δάμαλιν, βουφορβέ, παρέρχεο, μηδʼ ἀπάνευθεσυρίσδῃς· μαστῷ πόρτιν ἀπεκδέχεται.ἁ μόλιβος κατέχει με καὶ ἁ λίθος· εἵνεκα δʼ ἂν σεῦ,πλάστα Μύρων, λωτὸν καὶ θρύον ἐδρεπόμαν.ἁ δάμαλις, δοκέω, μυκήσεται· ἦ ῥʼ ὁ Προμηθεὺςοὐχὶ μόνος, πλάττεις ἔμπνοα καὶ σὺ Μύρων.βοῦν ἰδίαν ποτὲ βουσὶ Μύρων μιχθεῖσαν ἐζήτει·εὗρε μόλις δʼ αὐτὴν, τὰς βόας ἐξελάσας.ἁ βοῦς ἁ τίκτουσ’ ἀπὸ γαστέρος ἔπλασε τὰν βοῦνἁ δὲ Μύρωνος χεὶρ οὐ πλάσεν, ἀλλʼ ἔτεκεν.καὶ χαλκῆ περ ἐοῦσα λάλησεν ἂν ἁ κεραὴ βοῦς,εἲ οἱ σπλάγχνα Μύρων ἔνδον ἐτεχνάσατο.ἁ δάμαλις, δοκέω, μυκήσεται· ἢν δὲ βραδύνῃ,χαλκὸς ὁ μὴ νοέων αἴτιος, οὐχὶ Μύρων.πηκτόν μοί τις ἄροτρον ἐπʼ αὐχένι καὶ ζυγὰ θέσθω·εἵνεκα γὰρ τέχνας σεῖο, Μύρων, ἀρόσω.ἤν μʼ ἐσίδῃ μόσχος, μυκήσεται· ἢν δέ γε ταῦρος,βήσεται· ἢν δὲ νομεύς, εἰς ἀγέλαν ἐλάσει.ὧδε Μύρων μʼ ἔστησε τὸ βοίδιον οἱ δὲ νομῆεςβάλλουσίν με λίθοις, ὡς ἀπολειπόμενον.βουκόλον ἢν ἐσίδῃς τὸν ἐμόν, ξένε, τοῦτʼ ἔπος αὐτῷεἶπον, ὅθʼ ὁ πλάστης ὧδὲ μʼ ἔδησε Μύρων.τὰν βοῦν τάνδε Μύρων, ξεῖνʼ, ἔπλασεν, ἃν ὅδε μόσχοςὡς ζῶσαν σαίνει, ματέρα δερκόμενος.ταῦρε, μάτην ἐπὶ μόσχον ἐπείγεαι· ἔστι γὰρ ἄπνουςἀλλὰ σ’ ὁ βουπλάστας ἐξαπάτησε Μύρων.σεῖο Μύρων, δαμάλει παρακάτθανε μόσχος ἀλαθείς,καὶ γάλα πιστεύων χαλκὸν ἔσωθεν ἔχειν.φεῦ σὺ Μύρων, πλάσσας οὐκ ἔφθασας· ἀλλά σὲ χαλκός,πρὶν ψυχὴν βαλέειν, ἔφθασε πηγνύμενος.χαλκείαν τύπτεις δάμαλιν μέγα σ’ἤπαφε τέχνα,βουκόλε· τὰν ψυχὰν οὐ προσέθηκε Μύρων.ἐν βοῒ τᾷδʼ ἐμάχοντο Φύσις καὶ πότνια Τέχνα·ἀμφοτέραις δὲ Μύρων ἶσον ὄπασσε γέρας·δερκομένοις μὲν γὰρ Φύσιος κράτος ἥρπασε Τέχνα·αὐτάρ ἐφαπτομένοις ἡ Φύσις ἐστὶ φύσις.ἤπαφε καὶ σὲ μύωπα Μύρων, ὅτι κέντρον ἐρείδεις