ἔζευξʼ Ἑλλήσποντον ὁ βάρβαρος ἄφρονι τόλμῃ,τοὺς δὲ τόσους καμάτους πάντας ἔλυσε χρόνος·ἀλλὰ Δικαιάρχεια διηπείρωσε θάλασσαν,καὶ βυθὸν εἰς χέρσου σχῆμα μετεπλάσατο·λᾶα, βαθὺ στήριγμα, κατερρίζωσε πέλωρον,χερσὶ Γιγαντείαις δʼ ἔστασε νέρθεν ὕδωρ.ἦν ἅλʼ ἀεὶ πλώειν διοδευομένη δʼ ὑπὸ ναύταιςἄστατος, εἰς πεζοὺς ὡμολόγησε μένειν.Εὐρώταν ὡς ἄρτι διάβροχον ἔν τε ῥεέθροιςεἵλκυσ’ ὁ τεχνίτης ἐν πυρὶ λουσάμενονπᾶσι γὰρ ἐν κώλοις ὑδατούμενος ἀμφινένευκενἐκ κορυφῆς ἐς ἄκρους ὑγροβατῶν ὄνυχας.ἁ δὲ τέχνα ποταμῷ συνεπήρικεν· ἆ τίς ὁ πείσαςχαλκὸν κωμάζειν ὕδατος ὑγρότερον;Ὄσσαν ἐπʼ Οὐλύμπῳ καὶ Πήλιον ὑψωθένταψευδὴς ἱστορίης ῥῆσις ἀνεπλάσατο·πυραμίδες δʼ ἔτι νῦν Νειλωίδες ἄκρα μέτωπακύρουσιν χρυσέοις ἀστράσι Πληιάδων.αὐτὴν Γραμματικὴν ὁ ζωγράφος ἤθελε γράψαι·Βίκτορα δὲ γράψας, τὸν σκοπόν, εἶπεν, ἔχω.αὐτὸν Ἰωάννην ὁ γέρων ὅτʼ ἐδέξατο θεσμός,εἶπεν ἀνηβήσας· αὖθις ἔχω σε, Σόλων.βοίδιόν εἰμι Μύρωνος, ἐπὶ στήλης δʼ ἀνάκειμαι.βουκόλε, κεντήσας εἰς ἀγέλην μʼ ἄπαγε.τίπτε, Μύρων, μὲ τὸ βοίδιον ἐνταυθοῖ παρὰ βωμοῖςἔστασας; οὐκ ἐθέλεις εἰσαγέμεν μέγαρον;βουκόλε, τὰν ἀγέλαν πόρρω νέμε, μὴ τὸ Μύρωνοςβοίδιον ὡς ἔμπνουν βουσὶ συνεξελάσῃς.Βοίδιον οὐ χοάνοις τετυπωμένον, ἀλλʼ ὑπὸ γήρωςχαλκωθὲν σφετέρῃ ψεύσατο χειρὶ Μύρων.ἢ τὸ δέρας χάλκειον ὅλον βοῒ τᾷδʼ ἐπίκειταιἔκτοθεν, ἢ ψυχὴν ἔνδον ὁ χαλκὸς ἔχει.αὐτὸς ἐρεῖ τάχα τοῦτο Μύρων “οὐκ ἔπλασα ταύταντὰν δάμαλιν, ταύτας δʼ εἰκόνʼ ἀνεπλασάμην.”οὐκ ἔπλασέν με Μύρων, ἐψεύσατο· βοσκομέναν δὲἐξ ἀγέλας ἐλάσας, δῆσε βάσει λιθίνῳ.εἰ μή μου ποτὶ τᾷδε Μύρων πόδας ἥρμοσε πέτρᾳ,ἄλλαις ἂν νεμόμαν βουσὶν ὁμοῦ δάμαλις.Μόσχε, τί μοι λαγόνεσσι προσέρχεαι; τίπτε δὲ μυκᾷ;ἁ τέχνα μαζοῖς οὐκ ἐνέθηκε γάλα.