οὔτε τι δημοτέροις χρήμασιν, ἀλλʼ ἰδίοις.Μεσσαλινοῖο γόνος τόδε θέσκελον ἔκτισε τόξονὁρᾷς τὸ κάλλος ὅσσον ἐστὶ τῆς λίθουἐν ταῖς ἀτάκτοις τῶν φλεβῶν εὐταξίαις.Τετραπόροις ἁψῖσι πόλιν Θεόδωρος ἐγείρας,ἄξιός ἐστι πόλιν καὶ τέτρατον ἡνιοχεῦσαι.ἔπρεπε σοί, Θεόδωρε, Τύχης ἐυκίονα νηὸν;ἔργου κοσμῆσαι θαύματι τοσσατίου,δῶρά τε κυδήεντα πορεῖν χ;χρυσάσπιδι Ῥώμῃ,ἥ σ’ Ὕπατον τεῦξεν, καὶ τρισέπαρχον ὁρᾷ.Μόψου τήνδʼ ἐσορᾷς κλεινὴν πόλιν, ἥν ποτε μάντιςδείματο, τῷ ποταμῷ κάλλος ὑπερκρεμάσας.ἔνθεν Ἀλέξανδρος Μακεδὼν πίεν ἀγλαὸν ὕδωρ·μητρὸς δʼ εἶπε γάλακτι πανείκελα ῥεύματα πηγῆς,ᾗ καὶ Ὀλυμπιάδος πόρεν οὔνομα, σῆμα δὲ τοῦτο.γράψε Πολύγνωτος, Θάσιος γένος, Ἀγλαοφῶντοςυἱός, περθομένην Ἰλίου ἀκρόπολιν.αὐτοῦ Ζηνὸς ὅδʼ οἶκος ἐπάξιος· οὐδʼ ἂν Ὄλυμποςμέμψεται οὐρανόθεν Ζῆνα κατερχόμενον.Κεκροπίδαι Διὶ τόνδʼ ἔθεσαν δόμον, ὡς ἀπʼ Ὀλύμπουνισσόμενος ποτὶ γᾶν, ἄλλον Ὄλυμπον ἔχοι.Τεάρου ποταμοῦ κεφαλαὶ ὕδωρ ἄριστόν τε καὶ κάλλιστον παρέχονται πάντων ποταμῶν καὶ ἐπʼ αὐτὰς ἀπίκετο ἐλαύνων ἐπὶ Σκύθας στρατὸν ἀνήρ κάλλιστος καὶ ἄριστος πάντων ἀνθρώπων Δαρεῖος ὁ Ὑστάσπεος, Περσέων τε καὶ πάσης τῆς ἠπείρου βασιλεύς.τήκει καὶ πέτρην ὁ πολὺς χρόνος ἀλλʼ ἀρετάωνἈσκληπιοδότου τὸ κλέος ἀθάνατον,ὅσσα καὶ οἷα πόρεν γέρα πατρίδι· τοῖς ἐπὶ πᾶσικαὶ τόδε μετρείσθω κοῖλον ἔρεισμα θόλου.δῶρον Τερμησσοῖο δικασπολίης χάριν ἁγνῆς·Εὐσέβιος θεράπων θῆκε θεῷ τὸ γέρας.δένδρεον ἱερόν εἰμι· παρερχόμενός με φυλάσσευπημαίνειν· ἀλγῶ, ξεῖνε, κολουομένη.μέμνεο, παρθένιός μοι ἔπι φλόος, οὐχ ἅπερ ὠμαῖςἀχράσιν· αἰγείρων τίς γένος οὐκ ἐδάη;εἰ δὲ περιδρύψῃς με παρατραπίην περ ἐοῦσαν,δακρύσεις· μέλομαι καὶ ξύλον Ἠελίῳ.εἰμὶ μὲν ἐν ποταμοῖς, πελάγει δʼ ἴσα μέτρα διώκω,Στρυμών, Ἠμαθίης τὸ γλυκερὸν πέλαγος·βένθος ὁμοῦ καὶ ἄρουρα διʼ ὕδατος· ἦ γὰρ ἐγείρωὀμπνιακῶν χαρίτων ἡδύτερον τρίβολον.ἔστι καὶ Ἠμαθίης γόνιμος βυθός· ἄμμι δέ, Νεῖλε,κρείσσων ἔσθʼ ὁ φέρων τὸν στάχυν, οὐχ ὁ τρέφων.