λούεται· ἐξ αὐτῆς σοὶ τὰ κύπελλα φέρω.κίονα τετράπλευρον, ἀεὶ χθονὶ κείμενον ἄχθος,μοῦνος ἀναστῆσαι Θευδόσιος βασιλεὺςτολμήσας, Πρόκλον ἐπεκέκλετο, καὶ τόσος ἔστηκίων ἠελίοις ἐν τριακονταδύο,Ἀλφεὸς ἄρρεν ὕδωρ, Ἀρεθούσιόν ἐστι τὸ θῆλυ·καὶ γάμον εὗρεν Ἔρως, κιρναμένων ὑδάτων.Ὠκεανοῦ θυγάτηρ καὶ Τηθύος εἰμὶ Νύχειακρήνη· Τηλεβόαι γάρ με τόδʼ ὠνόμασαννύμφαις μὲν προχέω λουτρόν, θνητοῖσι δʼ ὑγείηνθῆκε δέ με Πτερέλας υἱὸς Ἐνυαλίου.μὴ κίνει Καμάριναν, ἀκίνητος γὰρ ἀμείνων,μή ποτε κινήσας τὴν μείονα μείζονα θείης.ἠνορέης ὀλετῆρα ὑπερφιάλου Βαβυλῶνοςκαὶ σέλας ἀκτεάνοιο δίκης Βασίλειον ὕπαρχον,ξεῖνε, νόῳ σκίρτησον, ἰδὼν ἐφύπερθε πυλάων.εὐνομίης ποτὶ χῶρον ἀριστογένεθλον ὁδεύεις,βάρβαρον οὐ τρομέεις, οὐκ ἄρρενας ἀρρενοκοίτας.ὅπλα Λάκων, σὺ δὲ τεῖχος ἔχεις βασίλειον ἄγαλμα.μορφὰς ὁ γράψας, ἤθελον καὶ τοὺς τρόπους·ἀνεσείρασε δέ μου τὴν ὄρεξιν ἡ τέχνη.κάλει δὲ μʼ Ἀλέξανδρον εὔλαλον, φίλος·τήνδε πύλην λάεσσιν ἐυξέστοις ἀραρυῖαν,ἀμφότερον, κόσμον τε πάτρῃ] καὶ θάμβος ὁδίταις,τεῦξε Κλέης Κλεάδας ἀγανῆς πόσις εὐπατερείης,Λερναίων ἀδύτων περιώσιος ὀργιοφάντης,τερπόμενος δώροισιν ἀγασθενέων βασιλήων·οὗτος Ἰουλιανὸς λαοσσόα τείχεα πήξας,στῆσε τρόπαιον, ἑῆς σύμβολον ἀγρυπνίης,σφάζειν ἀντιβίους ἐχθροὺς ἀπάνευθε μενοινῶν,ἢ πόλεως προπάροιθʼ ἐκκροτέειν πολέμους,Θευδόσιος τόδε τεῖχος ἄναξ, καὶ ὕπαρχος ἙῴαςΚωνσταντῖνος ἔτευξαν ἐν ἤμασιν ἑξήκοντα.ἤμασιν ἑξήκοντα φιλοσκήπτρῳ βασιλῆϊΚωνσταντῖνος ὕπαρχος ἐδείματο τείχεϊ τεῖχος·Βιβιανοῦ τόδε ἔργον, ὃν ἀντολίαι δύσιές τεμέλπουσιν γεραρῶς εἵνεκεν εὐνομίης.τόνδε Τύχης ἀνέγειρε δόμον Δημήτριος ἀρχὸς,τὴν πόλιν οἰκτείρας, ὡς πάις Ἱερίου·αὐτοῦ καὶ βουλῇ τάδʼ ἐδείματο, οὔτε πόληος