μητρυιαὶ προγόνοισιν ἀεὶ κακόν· οὐδὲ φιλοῦσαισῴζουσιν Φαίδρην γνῶθι καὶ Ἱππόλυτον.μητρυιῆς δύσμηνις ἀεὶ χόλος, οὐδʼ ἐν ἔρωτιἤπιος· οἶδα πάθη σώφρονος Ἱππολύτου.Τραυλὰ μινυρομένα, Πανδιονὶ παρθένε, φωνᾷ,Τηρέος οὐ θεμιτῶν ἁψαμένα λεχέων,τίπτε παναμέριος γοάεις ἀνὰ δῶμα, χελιδόν;παύεʼ, ἐπεί σε μένει καὶ κατόπιν δάκρυα.κλῶνες ἀπῃόριοι ταναῆς δρυός, εὔσκιον ὕψοςἀνδράσιν ἄκρητον καῦμα φυλασσομένοις,εὐπέταλοι, κεράμων στεγανώτεροι, οἰκία φαττῶν,οἰκία τεττίγων, ἔνδιοι ἀκρεμόνες,κἠμὲ τὸν ὑμετέραισιν ὑποκλινθέντα κόμαισινῥύσασθʼ, ἀκτίνων ἠελίου φυγάδα,εὔκολος Ἑρμείας, ὦ ποιμένες, ἐν δὲ γάλακτιχαίρων καὶ δρυΐνῳ σπενδομένοις μέλιτι·ἀλλʼ οὐχ Ἡρακλέης· ἕνα δὲ κτίλον ἢ παχὺν ἄρνααἰτεῖ, καὶ πάντως ἓν θύος ἐκλέγεται.ἀλλὰ λύκους εἴργει. τί δὲ τὸ πλέον, εἰ τὸ φυλαχθὲνὄλλυται εἴτε λύκοις, εἴθʼ ὑπὸ τοῦ φύλακος;Εὐβοϊκοῦ κόλποιο παλινδίνητε θάλασσα,πλαγκτὸν ὕδωρ, ἰδίοις ῥεύμασιν ἀντίπαλον,ἠελίῳ κἠν νυκτὶ τεταγμένον ἐς τρίς, ἄπιστονναυσὶν ὅσον πέμπεις χεῦμα δανειζόμενονθαῦμα βίου, θαμβῶ σε τὸ μυρίον, οὑ δὲ ματεύωσὴν στάσιν ἀρρήτῳ ταῦτα μέμηλε φύσει.ἀγρὸς Ἀχαιμενίδου γενόμην ποτέ, νῦν δὲ Μενίππου·καὶ πάλιν ἐξ ἑτέρου βήσομαι εἰς ἕτερον.καὶ γὰρ ἐκεῖνος ἔχειν μὲ ποτʼ ᾤετο, καὶ πάλιν οὗτοςοἴεται· εἰμὶ δʼ ὅλως οὐδενός, ἀλλὰ Τύχης.κἤν με φάγῃς ἐπὶ ῥίζαν, ὅμως ἔτι καρποφορήσωὅσσον ἐπισπεῖσαι σοί, τράγε, θυομένῳ.Δισσᾶν ἐκ βροχίδων ἁ μὲν μία πίονα κίχλαν,ἁ μία δʼ ἱππείᾳ κόσσυφον εἷλε πάγᾳ·ἀλλʼ ἁ μὲν κίχλας θαλερὸν δέμας ἐς φάος Ἠοῦςοὐκέτʼ ἀπὸ πλεκτᾶς ἧκε δεραιοπέδας,ἁ δʼ αὖθις μεθέηκε τὸν ἱερόν. ἦν ἄρʼ ἀοιδῶνφειδὼ κἠν κωφαῖς, ξεῖνε, λινοστασίαις.Πριομένα κάλλει Γανυμήδεος εἶπέ ποθʼ Ἥρα,θυμοβόρον ζάλου κέντρον ἔχουσα νόῳ