οὒ ποτὲ μοί τινα χῶρον ἀρείονα τοῦδε νοήσεις,θέσκελον οἷον ἔτευξεν ἀγακλυτὸς Ἰωάννης,κυδαίνων βασίλειαν ὅλης χθονός· ἐκ ῥοθίων γὰρτερπωλὴν ἀκόρητον ἐν ἀστεϊ θῆκεν Ὁμήρου.Ἱππολύτῃ καὶ τοῦτʼ Ἀσκληπιὸς ὤπασεν ἔργονπύργος ἐγὼ ναύτῃσιν ἀλωομένοισιν ἀρήγωνεἰμί, Ποσειδάωνος ἀπενθέα πυρσὸν ἀνάπτων,καί με πεσεῖν μέλλοντα βαρυγδούποισιν ἀήταιςστῆσεν ἑοῖς καμάτοις Ἀμμώνιος, ὃς βασιλῆοςἐστὶ πατήρ κείνῳ δὲ μετʼ ἄγρια κύματα ναῦταιχεῖρας ἀερτάζουσιν, ἅτε κλυτῷ Ἐννοσιγαίῳ.μηκέτι δειμαίνοντες ἀφεγγέα νυκτὸς ὁμίχλην,εἰς ἐμὲ θαρσαλέως πλώετε, ποντοπόροι.πᾶσιν ἀλωομένοις τηλαυγέα δαλὸν ἀνάπτω,τῶν Ἀσκληπιαδῶν μνημοσύνην καμάτων.ταῖς Προύσης Νύμφαις ὑποείκομεν ἀλλὰ καὶ αὐταὶκρέσσονες ἡμείων χαίρετε Πυθιάδες·αἱ δʼ ἄλλαι πᾶσαι μετὰ Πύθια καὶ μετὰ Προῦσανἡμετέραις Νύμφαις εἴξατε Νηιάδες.τεῦξέ με πολλὰ καμὼν Μουσώνιος οἶκον ἀγητὸντηλίκον, ἀρκτῴοις ἄσθμασι βαλλόμενον.ἔμπης οὐκ ἀπέειπεν ἀφεγγέα δώματα Μοίρης,ἀλλά με καλλείψας ἐν χθονὶ ναιετάει.καὶ ῥʼ ὁ μὲν εἰς ὀλίγην κεῖται κόνιν ἡ δὲ περισσὴτέρψις ἐπὶ ξείνοις ἀνδράσιν ἐκκέχυμαι.οἷον ἔτλης καὶ τοῦτον, Ἀγακλείδη, μέγαν ἆθλον,θυμῷ τολμητῇ κῦδος ἄριστον ἑλώννύμφης ἀρχαίης Βάσσης πολυκαγκέα χώρηνὕδασι καὶ λουτροῖς θῆκας ἀφνειοτέρην·πᾶσα μὲν Ἀξιόχῳ πόλις εὔχεται· ἄλλο γὰρ ἄλληςπῆμα παραστείχων, ὡς θεός, ἠκέσατο·ἔξοχα δὲ κραναῇ ῥόον ὕδατος ὤπασεν Ἄσσῳ,πολλῶν πετράων σκληρὰ μέτωπα τεμών.μηκέτι φεύγετε πάντες ἀποπρὸ θέοντες, ὁδῖται·πλημμύρῳ ψυχροῖς ὕδασιν Ἀξιόχου.τὰς τρεῖς μοι Χάριτας λεύσσεις, ξένε· ποντομέδωνγείτονος ἐκ πόντου τὴν μίαν εἰργάσατο·τὴν δʼ ἑτέρην ἐτέλεσσε φυτῶν εὔκαρπος ἀλωή·τὴν δʼ ὑπολειπομένην τοῦτο τὸ λουτρὸν ἔχει.ἆ μέγα σοι, Διόνυσε, χαρίζομαι· εἰς ἐμὲ Κύπρις