τερπνὰ δέ μοι γαίης τε καὶ ἐξ ἁλὸς ἄλλοθεν ἄλλοςκαὶ γριπεὺς ὀρέγει δῶρα καὶ ἀγρονόμος.τοὺς δʼ ἐν ἐμοὶ μίμνοντας ἢ ὀρνίθων τις ἀείδων,ἢ γλυκὺ πορθμήων φθέγμα παρηγορέει.ἦ καλὸν ἄλσος Ἔρωτος, ὅπου καλὰ δένδρεα ταῦταπρηῢς ἐπιπνείων ἀμφιδονεῖ Ζέφυρος·ᾗχι καὶ ἑρσήεις ἀμαρύσσεται ἄνθεσι λειμὼν,πουλὺν ἰοστεφάνων κόσμον ἀνεὶς καλύκωνκαὶ γλυκερῆς τρίστοιχος ἐπεμβαδὸν ἄλλος ἐπʼ ἄλλῳμαστὸς ἀναθλίβει χεύματα Ναϊάδος·ὁππόθι δενδρήεντα γέρων παρανήχεται Ἶριςχῶρον, Ἁμαδρυάδων ἔνδιον ἁβροκόμων,καὶ λιπαρῆς εὔβοτρυν ἀνʼ ὀργάδα καρπὸς ἐλαίηςθάλλει ἐρισταφύλων πάντοσε θειλοπέδωναἱ δὲ πέριξ λαλαγεῦσιν ἀηδόνες· ὃς δὲ μελίζειἀντῳδὸν τέττιξ φθέγματος ἁρμονίαν.ἀλλὰ τὸν ἀκλήιστον ὅπως, ξένε, μή με παρέλθῃςτόνδε δόμον, λιτῆς δʼ ἀντίασον ξενίης.δεῦρʼ ἴθι, βαιόν, ὁδῖτα, πεσὼν ὑπὸ δάσκιον ἄλσος,ἄμπαυσον καμάτου γυῖα πολυπλανέος,χλωρὸν ὅπου πλατάνων αὐτόρρυτον ἐς μέσον ὕδωρκαλὰ πολυκρούνων ἐκπρορέει στομάτωνὁππόθι πορφυρέης ὑπὲρ αὔλακος εἴαρι θάλλειὑγρὸν ἴον ῥοδέῃ κιρνάμενον κάλυκι.ἠνίδε πῶς δροσεροῖο πέδον λειμῶνος ἐρέψαςἔκχυτον εὐχαίτης κισσὸς ἔπλεξε κόμην.ἐνθάδε καὶ ποταμὸς λασίην παραμείβεται ὄχθην,πέζαν ὑποξύων αὐτοφύτοιο νάπης.οὗτος Ἔρως· τί γὰρ ἄλλο καὶ ἔπρεπεν οὔνομα χώρῳ,πάντοθεν ἱμερτῶν πληθομένῳ Χαρίτων;τίς βυθὸν ἠπείρωσε; τίς ἐν ῥοθίοισιν ἔτευξενἀκτὴν ἀμφιρύτην λάεσι μαρμαρέοις;τίς δʼ ἐνὶ κύμασι τεῦξε ποτὸν πλωτῆρας ἀφύσσειν,αὐτῶν ἐκ νηῶν χερσὶν ἀρυομένους;οὗτος ὁ ποικιλόμητις ἀνὴρ Βενέτιος ἀμύμων,κτίσμασι νικήσας Θησέα καὶ Πέλοπα.α. τίς τόσον ἔργον ἔτευξε; τίς ἡ πόλις; ἢ τὸγέρας τί;ἀμβρόσιος Μυλασεὺς τὸν φάρον ἀνθύπατος.εἰ τραφερῆς πάσης ἁλιτέρμονα κύκλον ὁδεύσῃς,