σοῖς δὲ πόνοις, Δομνῖνε, κατηφέα νύκτα διώκειςἐκ Θέμιδος μεγάρων, ἐκ βιοτῆς μερόπων.ὡς ἀγαθὸν καὶ παῖς ἐπὶ γήραϊ· φαιδροτέρους γάρΔομνῖνος θαλάμους μητρὸς ἔτευξε Δίκης.λάμπω ἐγὼ διὰ παιδός, ὁ παῖς διʼ ἐμεῖο φαείνει·κύδεα δʼ ἀλλήλοις ἀντιχαριζόμεθα,χῶρος ἐγὼ θεσμοῖσιν ἀνειμένος· ἐνθάδε πηγὴἄφθονος Αὐσονίων ἐκκέχυται νομίμων,ἣ πᾶσιν τέταται μὲν ἀείναος, ἠιθέοις δὲἐνθάδʼ ἀγειρομένοις πάντα δίδωσι ῥόον.δένδρον ἐγὼ μακαριστόν, ἐπεί ποτε μεσσόθεν ὕληςἱστάμενον λιγυροῖς ἐτρεφόμην ἀνέμοις,ὀρνίθων ἐπίβαθρον ἐΰθροον· ἀλλὰ σιδήρῳἐτμήγην, κλήρῳ κρείσσονος εὐτυχίης·ἀντὶ γὰρ ὀρνίθων, Κρατεροῦ κρατεροῖς ὑπὸ μύθοιςἄρδομαι, εὐμούσοις χεύμασι τηλεθάον.χῶρος ἐγὼ τὸ πρὶν μὲν ἔην στυγερωπὸς ἰδέσθαι,πηλοδόμοις τοίχοις ἀμφιμεριζόμενος.ἐνθάδε δὲ ξείνων τε καὶ ἐνδαπίων καὶ ἀγροίκωννηδὺς ἐπεγδούπει λύματα χευομένη.ἀλλὰ πατήρ με πόληος ἐναλλάξας Ἀγαθίαςθῆκεν ἀρίζηλον τὸν πρὶν ἀτιμότατον.πόντος ὑποκλύζει χθονὸς ἕδρανα· πλωτὰ δὲ χέρσουνῶτα θαλασσαίοις ἄλσεσι τηλεθάει.ὡς σοφὸς ὅστις ἔμιξε βυθὸν χθονί, φύκια κήποις,Νηιάδων προχοαῖς χεύματα Νηρεΐδων·ἐνθάδʼ ἐριδμαίνουσι τίνος πλέον ἔπλετο χῶρος,νύμφαι Νηιάδες, Νηρεΐς, Ἀδρυάδες·ταῖς δὲ θεμιστεύει μεσάτη Χάρις, οὐ δὲ δικάζεινοἶδεν, ἐπεὶ ξυνὴν τέρψιν ὁ χῶρος ἔχει.εἶξον ἐμοί Δάφνης ἱερὸν κλέτας, ἔκτοθι πόντουκείμενον, ἀγραύλου ἀγραύλου ἐρημοσύνης.ἐνθάδε γὰρ Νύμφαι δενδρίτιδες, αἳ τʼ ἐνὶ πόντῳΝηρεΐδες ξυνὴν θέντο συνηλυσίηνἀμφʼ ἐμὲ γὰρ μάρναντο· δίκασσε δὲ Κυανοχαίτης,καί με παρʼ ἀμφοτέραις μέσσον ἔθηκεν ὅρον.οὐ μέγας οὐδʼ ὁ Ἔρως, ἀλλʼ εὔχαρις· ὡς καὶ ἐγώ τοιοὐ μέγας ἐν κήποις, ἀλλὰ γέμω χαρίτων.ὕδασι καὶ κήποισι καὶ ἄλσεσι καὶ Διονύσῳκαὶ πόντου πλήθω γείτονος εὐφροσύνῃ.