τῆς Ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν,ἔννεπεν Ἀσκραῖος, δῶμα τόδε προλέγων.κλίμακα γὰρ ταναὴν περόων κεκαφηότι ταρσῷ,ἱδρῶτι πλαδαρὴν ἀμφεδίηνα κόμηνὑψόθι δʼ εἰσενόησα θαλασσαίην περιωπήν.ναὶ τάχα τῆς Ἀρετῆς πιστότερον ˘ θάλαμος.κερδαλέους δίζεσθε δόμους, ληΐστορες, ἄλλους·τοῖσδε γάρ ἐστι φύλαξ ἔμπεδος ἡ πενίη.ὀτραλέως τολύπευσαν τόνδε δόμον βασιλῆες,αἰχμὴν ὀλβοδότειραν ἀπὸ σταυροῖο λαχόντες,αὐτὸς ἄναξ Ἡρακλῆς σὺν Κωνσταντίνῳ υἷι.οἶκος Ἀναστασίοιο τυραννοφόνου βασιλῆοςμοῦνος ὑπερτέλλω πανυπείροχος ἄστεσι γαίης,θαῦμα φέρων πάντεσσιν, ἐπεὶ κοσμήτορες ἔργωνὕψος ὁμοῦ μῆκός τε καὶ ἄπλετον εὖρος ἰδόντες,ἀσκεπὲς ἐφράσσαντο πελώριον ἔργον ἐᾶσαι·ἀλλὰ πολυκμήτοιο λαχὼν πρεσβήϊα τέχνηςαἰθέριος πολύϊδρις ἐμὴν τεχνήσατο μορφήν,ἀχράντῳ βασιλῆι φέρων πρωτάγρια μόχθων.ἔνθεν ἀπειρέσιον μέγεθος περὶ παντὶ τιταίνων,Αὐσονίης νίκησα βοώμενα θαύματα γαίης.εἶξον ἀρειοτέροισι, χάρις Καπετωλίδος αὐλῆς,εἰ καὶ χαλκείων ὀρόφων ἀμαρύγματα πέμπεις·κρύψον ἀμετρήτων μεγάρων στεινούμενον αὐλαῖς,Πέργαμε, φαιδρὸν ἄγαλμα τεόν, Ῥουφίνιον ἄλσος·μηδὲ τανυπλεύροισιν ἀρηρότα, Κύζικε, πέτροιςἈδριανοῦ βασιλῆος ἀμεμφέα νηὸν ἀείσεις.οὔ μοι Πυραμίδων ἰκέλη κρίσις, οὐδὲ Κολοσσοῦ,οὐδὲ Φάρου· μεγάλην μοῦνος δʼ ὑπερέδραμον ἴλην.αὐτὸς ἐμὸς σκηπτοῦχος Ἰσαυροφόνον μετὰ νίκηνχρυσοφαές μʼ ἐτέλεσσεν ἐδέθλιον Ἠριγενείης,πάντῃ τετραπόρων ἀνέμων πεπετασμένον αὔραις.ὁππόθι τεμνομένης χθονὸς ἄνδιχα πόντον ἀνοίγειπλαγκτὸς ἁλικλύστων πορθμὸς ἐπʼ ἠιόνων,χρύσεα συλλέκτρῳ τάδʼ ἀνάκτορα θῆκεν ἀνάσσῃτῇ πολυκυδίστῃ θεῖος ἄναξ Σοφίῃ.ἄξιον, ὦ Ῥώμη μεγαλοκρατές, ἀντία σεῖοκάλλος ἀπʼ Εὐρώπης δέρκεαι εἰς Ἀσίην.κόσμον Ἰουστῖνος βασιλεὺς ῥυπόωντα καθήραςκαὶ τὰ μέγιστα Δίκης ἠγλάισεν τεμένη·